1 | Τιμοκήδης Γνάθιδος εἶπεν· ἐπε[ιδ]- |
ὴ Σμικυθίων ὁ περιπόλαρχος ἀ[ν]ὴ[ρ] | |
ἀγαθός ἐστι περὶ τὸν δῆμον τὸν Ἐλ- | |
ευσινίων καὶ αὐτός τε αὑτὸν ἔταξ- | |
5 | εν Ἐλευσῖνάδε καὶ τοὺς στρατιώτ- |
ας τοὺς μεθ’ ἑαυτοῦ καὶ ἔπραττεν π- | |
ρός τε τοὺς στρατηγοὺς καὶ τὸν δῆ- | |
[μ]ον ὅπως φυλακὴ ἱκανὴ ἔλθοι Ἐλευ- | |
[σῖ]νάδε καὶ τῶν ἄλλων ὅσων ἐδεῖτο | |
10 | [εἰς φ]υλακὴν Ἐλευσῖνος, ἐψηφίσθα- |
[ι Ἐλευσιν]ί[ο]ις ἐ[παινέσαι Σμι]κυθ- | |
[ίωνα ․․․8․․․․ Κεφαλ]ῆθ[εν καὶ στε]- | |
[φανῶσαι χρυσ]ῶι στεφάνωι· ἀ[νειπε]- | |
ῖν δὲ καὶ τὸν δήμαρχον τὸν μετὰ Ἴσ- | |
15 | αρχον δ̣η̣μ̣α̣ρ[χο]ῦντα Διονυσίοις ἐ- |
ν τοῖς τραγωιδοῖς ὅτι ὁ δῆμος ὁ Ἐλ- | |
[ευ]σι[νί]ων στεφανοῖ Σμικυθίωνα. | |
[․․․7․․․ Κε]φα[λῆ]θεν τῶιδε τῶ[ι] στε- | |
[φάνωι] ἀρετῆς ἕνεκα καὶ δικαιοσύ- | |
20 | [νης] τῆς εἰς τὸν δῆμον τὸν Ἐλευσιν- |
[ίων· ε]ἶναι δὲ αὐτῶι καὶ προεδρίαν, | |
[καὶ] καλεῖν τὸν δήμαρχον αὐτὸν τὸ- | |
[ν ἀεὶ] δημαρχοῦντα καθάπερ καὶ το- | |
[ὺς ἄλλ]ου[ς] οἷς δ̣έδοται ἡ προεδρία· | |
25 | [ὅπως δ’] ἂ[ν] καὶ εἰδῶσιν πάντες ὅτι ὁ |
[δ]ῆμος ὁ Ἐ[λ]ευσινίων ἀποδίδωσι χά- | |
[ρ]ιτας το[ῖ]ς [εὖ] ποιοῦσιν αὐτόν, ἀνα- | |
[γ]ράψαι δὲ τόδε τὸ ψήφισμα τὸν δήμ- | |
[αρχ]ον Ἴσαρχον ἐν στήλει [λ]ιθίνει | |
30 | [κα]ὶ [σ]τῆσαι ὅπου ἂν δο[κ]εῖ ἐν καλλί- |
[στ]ωι εἶναι. |
IG II²
1193