Private letter.  Lead lamella.
[ ] N. Black Sea — Olbia — Berezan Isl. — ca. 550-500 BC — SEG 26.845 — BCH 123 (1999) 293-295 (B. Bravo)
See also:
face A.1 ὦ Πρωταγόρη, ὁ πατήρ τοι ἐπιστέλλεˉ· ἀδικε͂ται
ὑπὸ Ματασυος, δοˉλο͂ται γάρ μιγ καὶ το͂
φορτηγεσίοˉ ἀπεστέρεσεν. ἐλθὼμ παρ’ Ἀναξαγό|ρην
ἀπήγησαι· φησὶ γὰρ αὐτὸν Ἀναξαγόρεω
5 δο͂λον ἐ͂ναι μυθεόμενος· «τἄμ’ Ἀνα<ξα>γόρης ἔχεˉ,
καὶ δόˉλοˉς καὶ δόˉλας κοἰκίας», ὁ δὲ ἀναβῶι τε
καὶ οὔ φησιν ἐ͂ναι οὐδὲν ἐωυτῶι τε καὶ Ματασιν {²⁶Ματασυι}²⁶,
καί φησιν ἐ͂ναι ἐλεόθερος καὶ οὐδὲν ἐ͂ναι εωυται {²⁶ἑωυτῶι}²⁶
καὶ Ματα{τα}συ {²⁶Ματασυ}²⁶, ἐˉ δέ τι αὐτῶι κἀναξαγόρῃ, αὐτοὶ
10 οἴδασι κατὰ σφᾶς αὐτόˉς. ταῦτ’ Ἀναξαγόρῃ λέγεˉν
καὶ τῇ γυναικί. ἕτερα δέ τοι ἐπιστέλλεˉ· τὴμ μητέρα
KAI\ TO\%26S A)DE[2L]2FEO/%26S, E)/%26 E)SSIN E)N *)ARBINA/THISIN, A)/GE%26N E)S TH\M PO/LIN,
αὐτὸς δέ γ̣’ ὁ̣ νεοˉρὸς ἐλθὼμ παρά μιν <ἰ>θύωρα καταβήσεται.
face B.1 Ἀχιλλοδώροˉ τὸ μολί-
βδιον παρὰ τὸμ παῖδα
κἀναξαγόρην {²⁶Ἀναξαγόρην}²⁶.
Search Help
Contact Us