Honorific decree. Stele of white marble.
[ ]
N. Black Sea — Olbia [found at Mangup, Crimea] — ca. 60 AD — MAIET 5 (1996) pp. 35-59 — Ju.G. Vinogradov, per litt. to SEG — AnnÉp (1996) 1357
See also:
1 | [— — — — — — — — — — — — — —] τῇ ὑποστάσει φι̣λ̣α̣ν̣- |
[θρώπως, ὅτε δὲ πράγμασιν γενομέν]οις κατὰ πόλιν ἴσους ἐποιεῖτο θα- | |
[— — — — — αὐτὸς ἐπρέσβευσεν] πολεμίαν ὁδεύων γῆν ὡς μαρτυρεῖ- | |
[ται — — — — — — — — — — πλε]ίστων σειτίων αὐχμοῦ φορὰ καὶ πολ- | |
5 | [λῶν(?) — — — — — — — — — πρὸ]ς τὴν πόλιν ἦν ἀνδρὸς τοιούτου χρεία<ι> |
[— — — — — (e.g.) εὐδαιμονίαν] γρηγορῆσαι καὶ πείρᾳ τελειῶσαι τὴν ἀ- | |
[σφάλειαν τῆς πόλεως, ἐφ’ ᾧ ἐπρέσβευσε]ν ἀναλώμασιν ἰδίοις πρὸς τοὺς τῆς Μυ- | |
[σίας ἡγεμόνας Φλ(άουιον) Σαβεῖνον καὶ Αἰ]λιαν[ὸ]ν ἄνδρας μεγίστους καὶ τὸ πλέον | |
[τῶν ἀξιωμάτων χαρισθῆναι διὰ τὴν φ]ιλαν[θ]ρ̣ωπίαν· φερωνύμως δημαγωγήσαν- | |
10 | [τος αὐτοῦ γέγονεν οὖν ἡμεῖν τῆς π]όλεως θεὸν μειμεῖσθαι· μετ’ οὐ πολὺ γὰρ |
[χρόνον εἴς τε τὰ σειτωνικὰ διέγρ]αψεν καὶ τὸ πολὺ τῆς ἐνδείας δαψιλείᾳ τῆς | |
[τροφῆς ἐπλήρωσεν πολλῶν σειτω]ν̣ιῶν ἐκτενείᾳ καὶ ἀγαγόντων τροφὴν καὶ | |
[— — — — — — — — — — — —]ν καὶ μαρτυρούμενος πανδήμωι φωνῆι | |
[— — — — — — — εὐπρεπεστάτ]οις τειμαῖς κοσμούμενος οὐκ εἰς πᾶν ἀν- | |
15 | [— — — — — — ἀλλὰ τῆς μεγάλης προσό]δου τῇ πατρίδι ἐλπίσιν· συνραγέντων γὰρ |
[τῶν Σαρματῶν γενομένου τε τοῦ π]ολέμου ἔτυχεν οὗτος πρεσβεύων ἐν ἐ- | |
[παρχείῳ Μυσίᾳ, τῷ τε ἡγεμόνι(?) ἐμφανίζ]ων ἃ περὶ μεγάλων καὶ ἐπειγόντων πρα- | |
[γμάτων πρόειδεν, τοιαῦτα ἠξίωσ]εν, ἐφ’ ἃ ἦν ἀπεσταλμένος, εὔνουν κἀ- | |
[γαθὸν ἑατὸν παρέχων εἰς ἀξιώματ]α καὶ συμμαχίας τόπον ἐπλήρωσεν | |
20 | [καὶ ἀσφαλείας, δι’ ὃ ἀποκαταστήσα]ς τὴν τῆς πατρίδος ἀνδρείαν καὶ ἐν- |
[έργειαν — — — — — — — — — — — —]ς τὴν πόλιν ὑπέστρεψεν πᾶσιν ἡμεῖν | |
[— — — — — — — — (?)παραχρῆ]μα, ἐπρέσβευσεν δὲ καὶ πρὸς Ουμανον | |
[καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα] τοὺς μεγίστους τῆς Ἀορσίας βασιλέ- | |
[ας — — — — — — — — — — — — — — — — — — — — — — — — —] |