Two letters (or rescripts) of king Aspourgos to Pantaleon and Theangelos. Two fragments of a marble plaque.
[ ] N. Black Sea — Gorgippia (Anapa) — 16 AD — SA (1965.2) pp. 197-209; SA (1965.3) pp. 28-37 — ZPE 124 (1999) pp. 133-142
Dedication.1 [οἱ Γοργιππεῖς τὸν ναὸν {²⁷βωμὸν}²⁷ ἱ]δρύσαντο Διῒ Σωτῆρι.
                                                     vacat
Letter I.1 [βασιλεὺς Ἀσ]π̣οῦργος φιλορώμαιος
[Παντ]αλέοντι καὶ Θεανγέλωι
                     χαίρειν·
εὐεργετικῶς διακείμενος πρὸς τὴν τῶν Γοργιππέων πόλιν
5 καὶ βουλόμενος τὰ δίκαια αὐτοῖς παρέχεσθαι, ἐπειδὴ ἔδο[ξ]α̣ν ἐν πολ-
[λοῖς] μὲ̣ν πράγμασιν εὐνοηκέναι μοι, μάλιστα δὲ ἐν τῆι πρὸς τὸν σεβαστὸν
αὐτοκράτορα ἀναβάσει συντετηρηκότες ἑαυτοὺς ἐν πλείστηι ἀτα[ρα]ξίαι,
κατὰ τὰς ὑπ’ ἐμοῦ δεδομένας ἐντολάς, δοκιμάζω ε̣ἰς τὸ λοιπὸν τὰς κ[λ]ηρονομία[ς]
μένειν αὐτοῖς βεβαίως κατὰ τὸν Εὐπάτορος ἀνχισ̣τ̣ευτικὸν νόμον·
10 ἐκθεματίσα̣ντες οὖν τόδε τὸ δόγμα, φανερὰν ποιή[σ]ατε γενέσθαι̣ το[ῖς πο]-
[λίταις(?)] τὴν ἡμετέραν κρίσιν·         ἔρ̣ρωσθε·  βιτʹ,  Δαισίου   κʹ.
                                     vacat
Letter II.1 [βασιλεὺ]ς Ἀσποῦργος φιλορώμαιος Παν̣[ταλέοντι καὶ]
[Θεανγέλ]ωι χαίρειν· ἐπεὶ Γοργιππεῦ[σιν(?) ․․․]
[․․c.7․․ συνε]χ̣ώρησα οἴνου τε καὶ σείτο[υ καὶ κριθῆς(?) ἀ]-
[πολελύσθαι μ]ὲν δεκάτης, κένχρου δὲ [εἰκοστῆς(?), ἔκρινα]
5 [ἐπιστεῖλαι ὑμ]ῖν ὅπως οἰκον[ο]μήσητε κ[ατὰ τὴν ἡμετέραν]
[κρίσιν·          ἔ]ρ̣ρωσθε. βιτ, Δαισί[ου —ʹ].
Search Help
Contact Us