[ ] Att. — stoich. 30 — med. s. IV a.
1 [Κα]λ[λί]μαχος Καλλικράτους εἶπεν· ἐπε-
[ιδὴ] Δαμασίας Διονυσίου Θηβαῖος οἰ[κ]-
[ήσ]ας Ἐλευσῖνι κόσμιός τε ὢ[ν] διατετ[έ]-
[λ]εκε καὶ φιλανθρώπως ἔχει πρὸς πάντ-
5 [α]ς τοὺς ἐν τοῖ δήμοι οἰκοῦντας καὶ α[ὐ]-
[τ]ὸς καὶ οἱ μαθηταὶ αὐτο͂, καὶ Διονύσ[ια]
[π]οιούντων Ἐλευσινίων ἐσπούδασε[ν κ]-
αὶ ἐφιλοτιμήθη πρὸς τοὺς θεοὺς κ[αὶ τ]-
ὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἐλευσιν[ίω]-
10 [ν], ὅπως ὡς κάλλιστα γένηται τὰ Διονύ[σ]-
ια, καὶ παρασκευάσας τοῖς αὑτοῦ τ̣έλ[ε]-
[σ]ι χοροὺς δύο, τὸν μὲν παίδων, τὸν δὲ ἀν-
[δ]ρῶν ἐπέδωκεν τεῖ Δήμητρι [κ]αὶ τεῖ Κό-
ρει καὶ τοῖ Διονύσωι, δεδόχθαι Ἐλευσ-
15 ινίοις, ἐπαινέσαι Δαμασίαν Διονυσί-
ο Θηβαῖον σωφροσύνης ἕνεκα καὶ εὐσε-
βείας τῆς πρὸς τὼ θεὼ καὶ στεφανῶσαι
αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ Χ δραχμῶν.
ἀνειπάτω δὲ αὐτὸν ὁ μετὰ Γνᾶθιν δήμα-
20 ρχος Διονυσίων τῶν Ἐ[λ]ευσῖνι τοῖς τρ-
αγοιδοῖς, ὅτι ὁ δῆμος ὁ Ἐλευσινίων στ-
εφανοῖ Δαμασίαν Διονυσίου Θηβαῖον
σωφροσύνης ἕνεκα καὶ εὐσεβείας τῆς
πρὸς τὼ θεώ· ἔστω δὲ αὐτῶι προεδρία κα-
25 ὶ ἀτέλεια ὧν εἰσιν κύριοι Ἐλευσίνιο-
ι καὶ αὐτῶι <καὶ> ἐγγόνοις καὶ ἐάν τ[ι] ἄλλο [β]-
ούληται ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δή-
μου τοῦ Ἐλευσινίων, καὶ ἐπι[μ]ελέσθω α-
ὐτοῦ ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ὅτου ἂ-
30 ν δέηται· ἑλέσθαι δὲ αὐτίκα μάλα ὅστι-
ς ἐπιμελήσεται, ὅπως ἂν ἀναγραφεῖ τό-
δε τὸ ψήφισμα καὶ σταθεῖ ἐν τῶι Διονυ-
[σ]ίωι, εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι Δ δρ-
[α]χμὰς τὸν δήμαρχον· δοῦναι δὲ εἰς θυσ-
35 [ί]αν Δαμασίαι Η δραχμὰς ἀπὸ τοῦ κοινο͂.
[Κ]αλλίμ[α]χος Καλλικράτους εἶπεν· ἐπ[ε]-
[ιδ]ὴ Φρυνίσκος Θηβα[ῖ]ο[ς] οἰ[κήσας Ἐλευ]-
[σῖν]ι κό[σμιος κτλ. — — — — — — —]
Search Help
Contact Us