| 1 | [Κα]λ[λί]μαχος Καλλικράτους εἶπεν· ἐπε- |
| [ιδὴ] Δαμασίας Διονυσίου Θηβαῖος οἰ[κ]- | |
| [ήσ]ας Ἐλευσῖνι κόσμιός τε ὢ[ν] διατετ[έ]- | |
| [λ]εκε καὶ φιλανθρώπως ἔχει πρὸς πάντ- | |
| 5 | [α]ς τοὺς ἐν τοῖ δήμοι οἰκοῦντας καὶ α[ὐ]- |
| [τ]ὸς καὶ οἱ μαθηταὶ αὐτο͂, καὶ Διονύσ[ια] | |
| [π]οιούντων Ἐλευσινίων ἐσπούδασε[ν κ]- | |
| αὶ ἐφιλοτιμήθη πρὸς τοὺς θεοὺς κ[αὶ τ]- | |
| ὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἐλευσιν[ίω]- | |
| 10 | [ν], ὅπως ὡς κάλλιστα γένηται τὰ Διονύ[σ]- |
| ια, καὶ παρασκευάσας τοῖς αὑτοῦ τ̣έλ[ε]- | |
| [σ]ι χοροὺς δύο, τὸν μὲν παίδων, τὸν δὲ ἀν- | |
| [δ]ρῶν ἐπέδωκεν τεῖ Δήμητρι [κ]αὶ τεῖ Κό- | |
| ρει καὶ τοῖ Διονύσωι, δεδόχθαι Ἐλευσ- | |
| 15 | ινίοις, ἐπαινέσαι Δαμασίαν Διονυσί- |
| ο Θηβαῖον σωφροσύνης ἕνεκα καὶ εὐσε- | |
| βείας τῆς πρὸς τὼ θεὼ καὶ στεφανῶσαι | |
| αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ Χ δραχμῶν. | |
| ἀνειπάτω δὲ αὐτὸν ὁ μετὰ Γνᾶθιν δήμα- | |
| 20 | ρχος Διονυσίων τῶν Ἐ[λ]ευσῖνι τοῖς τρ- |
| αγοιδοῖς, ὅτι ὁ δῆμος ὁ Ἐλευσινίων στ- | |
| εφανοῖ Δαμασίαν Διονυσίου Θηβαῖον | |
| σωφροσύνης ἕνεκα καὶ εὐσεβείας τῆς | |
| πρὸς τὼ θεώ· ἔστω δὲ αὐτῶι προεδρία κα- | |
| 25 | ὶ ἀτέλεια ὧν εἰσιν κύριοι Ἐλευσίνιο- |
| ι καὶ αὐτῶι <καὶ> ἐγγόνοις καὶ ἐάν τ[ι] ἄλλο [β]- | |
| ούληται ἀγαθὸν εὑρέσθαι παρὰ τοῦ δή- | |
| μου τοῦ Ἐλευσινίων, καὶ ἐπι[μ]ελέσθω α- | |
| ὐτοῦ ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ὅτου ἂ- | |
| 30 | ν δέηται· ἑλέσθαι δὲ αὐτίκα μάλα ὅστι- |
| ς ἐπιμελήσεται, ὅπως ἂν ἀναγραφεῖ τό- | |
| δε τὸ ψήφισμα καὶ σταθεῖ ἐν τῶι Διονυ- | |
| [σ]ίωι, εἰς δὲ τὴν ἀναγραφὴν δοῦναι Δ δρ- | |
| [α]χμὰς τὸν δήμαρχον· δοῦναι δὲ εἰς θυσ- | |
| 35 | [ί]αν Δαμασίαι Η δραχμὰς ἀπὸ τοῦ κοινο͂. |
| [Κ]αλλίμ[α]χος Καλλικράτους εἶπεν· ἐπ[ε]- | |
| [ιδ]ὴ Φρυνίσκος Θηβα[ῖ]ο[ς] οἰ[κήσας Ἐλευ]- | |
| [σῖν]ι κό[σμιος κτλ. — — — — — — —] |
IG II²
1186