Epigram dedicated to Herakles.  Quadrangular column of white marble.
[ ] Italia — Signia (Segni) — Colle Maiorana — ca. 150-250 AD — Arctos 31 (1997) 55-86 — AnnÉp (1997) 278 — cf. SEG 52.989
1 παῖ Διός, εὐκήλου μεδέων, Ἡράκλεες, ὅρμου,
  σῶτερ ἁλιτρύτων, χαῖρε, Μόνοικε, νεῶν·
ἐς σὲ γὰρ ἢ Ζεφύροιο θοῇ κελάδοντος ἀέλλῃ
  ἠὲ πολυφλοίσβῳ ῥαιόμεναι Βορέῃ
5 ἀσπάσιαι κατίασιν ὑπὸ σκέπας ἀστυφέλικτον,
  ἔνθ’ ἵνα μαινομένης οὐκ ὀθέουσιν ἁλός·
ὥς ῥα καὶ ἡμέας, ὦνα, περισπερχῆας ἐδέξω̣
  αἰπὰ κορυσσαμένης ὑψόθεν ἀτρυγέτης·
ἐν δὲ σέο ξείνοιο δύο τ’ ἤματα καὶ δύο νύκτας
10   μείναμεν ἰσχόμενοι πρόφρονες ἀπλοί̣ῃ̣·
αὐτὰρ ἐπεὶ τριτάτῃ ἀκραέι θεύσαμεν οὔρ̣ῳ̣
  ῥίμφα θαλασσαίων πὰρ πόλιας Λιγύω̣ν̣·
μνῆμα δ’ εὐξενίης γλυφά̣[ν]οις̣ θ̣η̣η̣τ̣ὰ κύπ̣ελ[λα(?)]
  δέχνυσ̣ο̣ ․․․․․․․[— — — — — — —]․․․․․․․
15 ἀντὶ δὲ Τ̣․․․․․․․[— — — — — — — — — —]․․
  ἀνέρα ․․․․․․․․[— — — — — — — — —]․․․
Search Help
Contact Us