[ ] Att. — non-stoich. — 334/3
1 — — — — — — — — — τοὺς ἱε[ρ]-
[ο]μνήμονας.
τὰς δὲ ἀρχούσας κοινεῖ ἀμφοτ-
έρας διδόναι τῆς ἱερείας εἰς
5 τὴν ἑορτὴν καὶ τὴν ἐπιμέλεια-
ν τῶν Θεσμοφορίων ἡμιεκτεῖον
κριθῶν, ἡμιεκτεῖον πυρῶν, ἡμι-
εκτέον ἀλφίτων, ἡμιεκτέον ἀλ-
[ε]ύρων, ἰσχάδων ἡμιεκτέον, χοᾶ̣
10 οἴνου, ἡμίχουν ἐλαίου, δύο κοτ-
ύλας μέλιτος, σησάμων λευκῶν χοί-
νικα, μελάνων χοίνικα, [μ]ήκωνος
χοίνικα, τυροῦ δύο τροφαλίδας μὴ
E)/LATTON H)\ STATHRIA[I/]AN E(KATE/RAN
15 καὶ σκόρδων δύο στατῆρας καὶ δᾶιδ-
[α] μὴ ἐλάττονος ἢ δυεῖν ὀβολοῖν καὶ
ἀργυρίου 𐅂𐅂𐅂𐅂 δραχμάς· ταῦτα δὲ δι-
δόναι τὰς ἀρχούσας· ὅπως δ’ ἂν γί〚γι̣〛-
γνηται {²⁶γίγνηται}²⁶ ὑπὲρ τοῦ δήμου τοῦ Χολαργέω-
20 ν κατὰ τὰ γράμματα εἰσς τὸν ἅπα-
ντα χρόνον, στῆσαι στήλην καὶ ἀν[α]-
γράψαι τόδε τὸ ψήφισμα ἐν στήλε[ι]
λιθίνει ἐν τῶι Πυθίωι τοὺς ἐπὶ Κτησι-
[κ]λέ[ο]υς ἄρχοντος· ὅ τι δ’ ἂν ἀναλώσ-
25 ωσι λ[ογ]ίσασθαι Χολαργεῦσιν.
                 vacat
Search Help
Contact Us