Honorific decree for C. Valerius [—] of Sinope.  Large limestone plaque.
[ ] N. Black Sea — Chersonesos — 106-114 AD — VDI (1998.4) pp. 41-65
1           ἀγαθᾶι τύχαι·
πρόεδροι Χερσονασειτᾶν τᾶν ποτὶ τᾶι
Ταυρικᾶι               vacat          ε[ἶπαν]·
ἐπειδὴ Γάϊος Οὐα[λέριος ․․c.8․․․ Σινωπεὺς πεπό]-
5 α̣τ̣[αι — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — —]
[․․․․․ ἁμ]ᾶ̣ν̣ [καὶ] δ̣[ιὰ τὰν ἐπιδ]αμίαν ἑαυ[τοῦ]
πέφανεν ἐφ’ ἁμ[εῖν πρόθυμον — — ἀνὴρ ὢν ἀγα]-
θὸς ἐμφυ[ομέναν αὐτῶι — — — — — — — — σεμν]-
10 οτάτοις κε[χραμένος ἄθεσιν τάν τε καλο]-
κἀγαθίαν δε[ίξας — — — — — — — — — —]
πολλοῦ κατὰ [τὰν πόλιν(?) — — — — — —]
πολειτᾶν ἁμᾶν̣ [— — — — — —], νῦν [δ]ὲ διὰ
τὰν αὐτοῦ παρε[πιδαμίαν — — — — —] τᾶς κα-
15 λοκἀγαθίας καὶ [— — — — — — τ]ῶι δά[μ]ωι, ὁ
φίλος παντὸς δά̣[μου γεγεννα]μ̣έ̣ν̣[ος πο]λείτ[α]-
ς ὃ τὰς ἁμεῖν ἐργα̣[σίας τὰ συμφέροντα πράττων]·
[δι’ ὃ] δ̣[εδόχ]θαι τᾶι [βουλᾶι καὶ τῶι δάμωι ἐπαινέ]-
σαι μὲν ἐπὶ τούτοις [Γάϊον Οὐ]αλέριο̣[ν — — — —]
20 Σινωπέα, δόμεν δὲ [αὐτῶι] προξενί[αν, πολει]-
τείαν, ἔσπλουν τε καὶ ἔ̣κ̣π̣λ̣ο̣υ̣ν̣ ἐν εἰ̣ρά̣ν̣α̣ι̣ καὶ [ἐμ]
πολέμωι ἀσυλεὶ ἀσπονδεὶ αὐτῶι [καὶ τοῖς] ἐκ-
γόνοις καὶ χρήμασιν αὐτοῦ, μετοχάν [τε] πάν-
των τῶν ἐν τᾶι πόλει, ὧν καὶ Χερσο[νασί]-
25 ταις μέτεστιν· τὸ δὲ ψάφισμα τοῦ[το ἀν]αγρα-
φῆναι λευκολίθου στάλαι καὶ [θέμεν ἐ]ν τῶ[ι]
ἐπισαμοτάτωι τᾶς ἀκροπό̣[λι]ος [τό]πωι· ταῦτ-
α ἔδοξεν β<ο>υλᾶι δάμωι [τῶι Χερσονασιτᾶ]ν
βασιλευούσας Παρθένου ἔτεος [․]λρʹ, ἱερέως δὲ
30 Τίτου Φλαουίου Παρθενοκλέους υἱοῦ Τίτου [Φλαου]-
ίου Παρθενοκλέους, μηνὸς Ἡρακλείου̣ [․․․․],
γραμματεύοντος Τίτου Φλαου(ίου) Παρθενοκλ[έου]ς
υἱοῦ Φλαουί(ου) Νάσωνος· ἐσφραγίσαντο· θεὰ βασίλισσα
Παρθένος, Τίτος Φλάουιος Παρθενοκλῆς ἱερεὺς
35 καὶ πρῶτ(ος) ἄρχων, Ἀπολλ̣ώ̣νιο̣ς̣ Π̣α̣ρθεν[οκ]λέ-
ους, Τίτ[ο]ς Φλά<ου>ιος Ἀγέπολις Τίτου [Φ]λα[ου(ίου)] Ἀρίστων[ος],
Βοΐσκος Ἡροξένου νομοφύλαξ, [Ἡρόξ]ενος Χρηστ̣ί̣ων-
ος, Ἀρίστων Ἀ̣τ̣τ̣ί̣ν̣α̣ [πρόδικος], [Βοΐσ]κος Φιλομού[σου],
[Ε]ὔμαχος Ἄππα, Χρηστίω̣[ν] Ἄππα ἄ̣ρχων, Ἀντώνι[ος]
40 Ἡ̣ρακλείδ<α>, [Ἀ]π̣ολλών[ιος Ἡρο]γείτου, Μ(ᾶρκος) <Ο>ὔλπ̣ιος Λάμαχος
ἄρχων, Τίτος Φλάουιος [Πυθ]όδοτος νομοφ̣[ύ]λ̣α̣ξ, [․․․․ Πα]-
τέρωνος νομοφύλαξ, Ἰουλιανός, Φλά(ουιος) Ἀρίστ[ων Φ]λ(αουίου) Ἀρίσ-
τωνος, Ἀντίλοχος Χρηστίωνος.
Search Help
Contact Us