vacat 0.15 | |
1 | θεοί. |
Θεόδηλος εἶπεν· ἐψηφί- | |
σθαι Σουνιεῦσιν, τύχη- | |
ι ἀγαθῆι, ἐπειδὴ Λεύκιο- | |
5 | ς δίδωσιν ἀγορὰν τοῖς δ- |
ημόταις ποιήσασθαι, ἑλ- | |
έσθαι αὐτίκα μάλα τρε- | |
ῖς ἄνδρας, οἵτινες ὁριο- | |
ῦσιν τὴν ἀγορὰν μετὰ | |
10 | Λευκίο μὴ ἐλάττω τῆ- |
ι μὲν δυοῖν πλέθροιν, | |
τῆι δὲ πλέθρου ὅπως ἂ- | |
ν ἦι εὐρυχωρία Σουνι- | |
εῦσιν ἀγοράζεν καὶ ἄλ- | |
15 | λωι τῶι βουλομένωι, |
ἐπειδὴ ἡ νῦν οὖσα συν- | |
ωικοδόμηται· ἐνοικοδ- | |
ομε͂ν δὲ μὴ ἐξε͂ναι μή- | |
τε δημάρχωι μήτε ἄλ- | |
20 | λωι μηδενὶ ἐντὸς τῶν |
ὅρων. ἀναγράψαι δὲ τό- | |
δε τὸ ψήφισμα ἐν στήλ- | |
ει λιθίνει τὸν δήμαρχ- | |
ον μετὰ Λευκίο καὶ στῆ- | |
25 | σαι ἐν τῆι ἀγορᾶι. vacat |
vacat 0.95 |
IG II²
1180