[ ]
Att. — stoich. 31 — ante med. s. IV a.
1 | Κάλλιππος εἶπεν· ἐψηφίσθαι Ἰκαριεῦσ- |
ιν ἐπαινέσαι Νίκωνα τὸν δήμαρχον καὶ | |
στεφανῶσαι κιττο͂ στεφάνωι, καὶ ἀνειπ- | |
εῖν τὸν κήρυκα ὅτι στεφανοῦσιν Ἰκαρι- | |
5 | εῖς Νίκωνα καὶ ὁ δῆμος ὁ Ἰκαριέων τὸν δ- |
ήμαρχον, ὅτι καλῶς καὶ δικαίως τῶι Διο- | |
νύσωι τὴν ἑορτὴν ἐποίησεν καὶ τὸν ἀγῶ- | |
να· ἐπαινέσαι δὲ καὶ τοὺς χορηγὸς Ἐπικ- | |
ράτην καὶ Πραξίαν καὶ στεφανῶσαι κιτ- | |
10 | το͂ στεφάνωι καὶ ἀνειπεῖν καθάπερ τὸν |
δήμαρχον. |