Decree concerning enfranchisement of and additional privileges to mercenaries. Marble plaque.
[ ] N. Black Sea — Phanagoria — 88/87 BC — VDI (1991.4) pp. 14-33 — Chiron 22 (1992) pp. 159-170
1 βασιλεύοντος Μιθραδάτου Εὐπάτορος ἔτους ισʹ,
Φαναγοριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς ἀπὸ ξέ-
νης στρατιώτας ἐπολιτογράφησαν διὰ τὸ ἐκ χρό-
νων ἱκανῶν συνστρατεύσασθαι καὶ πεποιηκέναι
5 πᾶν τὸ δίκαιον καὶ ἐν τοῖς λοιποῖς πᾶσι φιλικῶς καὶ εὐ-
νόως ἐσχηκέναι πρὸς τὴν ἑαυτῶν πόλιν καὶ ἔδω-
καν αὐτοῖς τὰ φιλάνθρωπα ταῦτα ἐφ’ ᾧ πολιτι-
κὸν τὸ γεινόμενον μὴ διδῶσι μηδ’ ἐπισκήνωσιν
μηδ’ ἐπίθεσιν καὶ ἀνείσφοροι πάντων καὶ ἀλε[ι]-
10 τούργητοι παντὸς πράγματος πλὴν πα̣[νδή]-
μου στρατείας· ἔστω δὲ αὐτοῖς ἔκ̣π̣[λους]
καὶ εἴσπλους.
Search Help
Contact Us