[ ]
Att. — stoich. 26 — med. s. IV a.
[ἐπιμελεῖσθαι — — — τὸν δήμαρχον] | |
1 | [μετὰ] τῆς ἱερείας τὸν [ἀεὶ δημαρχ]- |
[οῦ]ντα τοῦ θεσμοφορίου, [ὅπως ἂν μ]- | |
[ηδ]εὶς ἀφέτους ἀφιεῖ μηδὲ θιά[σο]- | |
[υς] συνάγει μηδὲ ἱερὰ ἐνιδρεύω[ν]- | |
5 | [τα]ι μηδὲ καθαρμοὺς ποιῶσιν μηδ- |
[ὲ] πρὸς τοὺς βωμοὺς μηδὲ τὸ μέγαρ- | |
ον προσίωσιν ἄνευ τῆς ἱερέας [ἀ]λ- | |
λ’ ἢ ὅταν ἡ ἑορτὴ τῶν Θεσμοφορίων | |
καὶ πληροσίαι καὶ Καλαμαίοις κ- | |
10 | αὶ τὰ Σκίρα καὶ εἴ τινα ἄλλην ἡμέ- |
ραν συνέρχονται αἱ γυναῖκες κα- | |
τὰ τὰ πάτρια· v ἐψηφίσθαι Πειραι- | |
εῦσιν, εἰάν τίς τι τούτων παρὰ τα- | |
ῦτα ποεῖ ἐπιβολὴν ἐπ[ι]βαλόντα τ- | |
15 | ὸν δήμαρχον εἰσάγει[ν] εἰσστὸ δι- |
καστήριον χρώμενον τοῖς νόμοι- | |
ς οἱ κεῖνται περὶ τούτων· v περὶ δ- | |
ὲ τῆς ὑλασίας τ[ῶ]ν ἱερῶν εἰάν τις | |
ὑλάζηται, κυρίους εἶναι τοὺς ἀρ- | |
20 | χαίους νόμους οἱ κεῖ<ν>ται περὶ το- |
ύτων. ἀναγρ[ά]ψαι δὲ τόδε τὸ ψήφισ- | |
μα τοὺς ὁριστὰς μετὰ τοῦ δημάρχ- | |
ου καὶ στῆσαι πρὸς τῆι ἀναβάσει | |
τοῦ θεσμοφορίου. | |
24a | vacat 0.145 |