IG II² 1177
[ ] Att. — stoich. 26 — med. s. IV a.
[ἐπιμελεῖσθαι  — — —  τὸν δήμαρχον]
1 [μετὰ] τῆς ἱερείας τὸν [ἀεὶ δημαρχ]-
[οῦ]ντα τοῦ θεσμοφορίου, [ὅπως ἂν μ]-
[ηδ]εὶς ἀφέτους ἀφιεῖ μηδὲ θιά[σο]-
[υς] συνάγει μηδὲ ἱερὰ ἐνιδρεύω[ν]-
5 [τα]ι μηδὲ καθαρμοὺς ποιῶσιν μηδ-
[ὲ] πρὸς τοὺς βωμοὺς μηδὲ τὸ μέγαρ-
ον προσίωσιν ἄνευ τῆς ἱερέας [ἀ]λ-
λ’ ἢ ὅταν ἡ ἑορτὴ τῶν Θεσμοφορίων
καὶ πληροσίαι καὶ Καλαμαίοις κ-
10 αὶ τὰ Σκίρα καὶ εἴ τινα ἄλλην ἡμέ-
ραν συνέρχονται αἱ γυναῖκες κα-
τὰ τὰ πάτρια· v ἐψηφίσθαι Πειραι-
εῦσιν, εἰάν τίς τι τούτων παρὰ τα-
ῦτα ποεῖ ἐπιβολὴν ἐπ[ι]βαλόντα τ-
15 ὸν δήμαρχον εἰσάγει[ν] εἰσστὸ δι-
καστήριον χρώμενον τοῖς νόμοι-
ς οἱ κεῖνται περὶ τούτων· v περὶ δ-
ὲ τῆς ὑλασίας τ[ῶ]ν ἱερῶν εἰάν τις
ὑλάζηται, κυρίους εἶναι τοὺς ἀρ-
20 χαίους νόμους οἱ κεῖ<ν>ται περὶ το-
ύτων. ἀναγρ[ά]ψαι δὲ τόδε τὸ ψήφισ-
μα τοὺς ὁριστὰς μετὰ τοῦ δημάρχ-
ου καὶ στῆσαι πρὸς τῆι ἀναβάσει
τοῦ θεσμοφορίου.
24a          vacat 0.145
Search Help