Honorific decree for the sons of Apollonios.  Fragments of a marble slab.
[ ] N. Black Sea — Olbia — ca. 275-250 BC — I.Olbia 28/29 + 123 + IosPE I² 240+ — cf. SEG 30.967 — VspIstDis 20 (1989) pp. 252-268
                  {²duae coronae
ἔδοξε βουλῆι καὶ δήμωι, οἱ σύνεδροι εἶπαν· ἐπειδὴ Ἀπ̣[ολλώνιος]
Εὐφρόνεος Χερσονησίτης πολλὰ καὶ μεγάλα εὐεργ̣[έτηκε τὴν]
πόλιν, ὑπὲρ ὧν ὁ δῆμος ἀποδιδοὺς χάριν εἰκόνι καὶ ταῖ̣[ς ἄλλαις]
τιμαῖς ἐστεφάνωκεν αὐτόν, οἵ τε ὑεῖς οἱ ἐκείνου Ἀπ̣[ολλωνίου]
5 καὶ Ἀπολλώνιος καὶ Εὐφρόνης, διαδεξάμενο[ι παρὰ τοῦ πατρὸς {²⁷τὴν πατρικὴν (J., L. Robert)}²⁷]
προαίρεσιν, πᾶσαν εὔνοιαν εἰς τὰ συμφέρο̣ν̣[τα τῶι δήμωι ἀεὶ]
ἀποδεικνύμενοι διατελοῦσιν καὶ ὀφει̣[λομένων ὑπὸ τῆς πόλεως]
χρυσῶν τρισχιλίων, οὓς ὁ πατὴρ συν̣[αλλάξας(?) ἐδάνεισε καὶ τὰς]
ἀποδόσεως τάξεις ἐποήσατο, τοὺς̣ [μὲν χρυσοῦς (e.g.) χιλίους ἀφεί]-
10 κασιν τῆι πόλει, τῶν δὲ καταλειπομέ̣[νων ἀποδόσει πεποιήκασιν]
χρόνους καὶ διὰ τὴν κοινὴν ἀσθέ[νειαν καὶ πόλεμον(?) ἄτοκον κομι]-
δὴν συντεταγμένοι εἰσί· δεδόχθ̣[αι βουλῆι καὶ δήμωι ἐπαινέσαι]
τοὺς Ἀπολλωνίου ὑεῖς καὶ στε[φανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι],
τὸν δὲ στέφανον ἀναγορευθῆ̣[ναι ὑπὸ τοῦ κήρυκος ἐν τῆι τρί(?)]-
15 τηι ἐκλησίαι {²⁶ἐκκλησίαι}²⁶, ἀναγγελθῆναι δ̣[ὲ τὸν στέφανον Διονυσίοις ἐν τῶι]
[θεά]τ̣ρωι· ὅπως δὲ καὶ ἡ ἀπόδοσ[ις τῶν καταλειπομένων ὀφειλημά]-
[των γί]νηται, ὑποκεῖσθαι αὐτ̣[οῖς ․․․․․․․․c.22-24․․․․․․․․]
[․․c.7․․]σ̣αμέ̣ν̣[ου τοῦ] βίο̣[υ ․․․․․․․․․․c.27-29․․․․․․․․․․․]
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․ ?καλεί]σ̣θωσαν μετὰ τῶ̣[ν εὐερ]-
20 [γετῶν εἰς προεδρίαν ․․․c.10․․․], ἵνα δὲ καὶ ὁ δῆμος φα̣[ίνηται]
[τιμῶν αὐτοὺς ὑπὲρ τῶν εὐεργετημά]των, καὶ ἡ κοινὴ συντε̣[λε]σ̣θ̣ή̣-
[τω θυσία, τὸ μὲν ἀργύριον(?) ἐκ τῶ]ν̣ αὐτῶν προσόδων ἀπ̣οδοθῆ-
[ναι καὶ εἰκόνα τὴν αὐτῶν πρὸ]ς τὴν εἰκόνα τὴν Ἀπολλ̣ωνίου
[ἀνασταθῆναι, οὕτως τιμήσας ὑεῖς τ]οὺς ἐκείνου, ὅπως καὶ ε̣ἰς τὸ
25 [μὲν λοιπὸν παρέχωνται αὐτοὶ χρ]είαν τὴν πρὸς τὴν πόλιν, [ε]ἰδό-
[τες, ὅτι ὁ δῆμος τοῖς τε ἀγαθοῖ]ς ἀνδράσιν καὶ εἰς αὐτὸν φιλο-
[τιμίαν τε ποιοῦσιν τὰς χάριτας ἀ]ποδιδῶσι μείζους ὧν ἂν ε̣ὖ πά-
[σχηι· καλέσαι δὲ αὐτοὺς εἰς ἱερὸν ἐ]πὶ ξένια πρὸς τὸν ἱερέα τοῦ Ἀπόλ-
[λωνος ἐς αὔριον· σύνεδροι ἡιρέ]θ̣ησαν Ἀγαθῖνος Δηιμάχου, Κόνων
30 [?Βα— —, ὁ δεῖνα τοῦ — — — —ο]υ̣· ἀναγράψαι δὲ καὶ τὸ ψή-
[φισμα εἰς τὴν στήλην λευκοῦ λίθου τέλεσι]ν τ̣[ῶ]ν ἀρχόντων, τὴ[ν δὲ]
[στήλην σταθῆναι ἐν τῶι τοῦ Ἀπόλλ]ων̣[ος] ἱ̣ε̣ρῶι παρὰ τὴν̣ [εἰκόνα].
                                                                                    vacat
Search Help
Contact Us