Honorific decree for the sons of Apollonios. Fragments of a marble slab.
[ ]
N. Black Sea — Olbia — ca. 275-250 BC — I.Olbia 28/29 + 123 + IosPE I² 240+ — cf. SEG 30.967 — VspIstDis 20 (1989) pp. 252-268
| {²duae coronae}² | |
| ἔδοξε βουλῆι καὶ δήμωι, οἱ σύνεδροι εἶπαν· ἐπειδὴ Ἀπ̣[ολλώνιος] | |
| Εὐφρόνεος Χερσονησίτης πολλὰ καὶ μεγάλα εὐεργ̣[έτηκε τὴν] | |
| πόλιν, ὑπὲρ ὧν ὁ δῆμος ἀποδιδοὺς χάριν εἰκόνι καὶ ταῖ̣[ς ἄλλαις] | |
| τιμαῖς ἐστεφάνωκεν αὐτόν, οἵ τε ὑεῖς οἱ ἐκείνου Ἀπ̣[ολλωνίου] | |
| 5 | καὶ Ἀπολλώνιος καὶ Εὐφρόνης, διαδεξάμενο[ι παρὰ τοῦ πατρὸς {²⁷τὴν πατρικὴν (J., L. Robert)}²⁷] |
| προαίρεσιν, πᾶσαν εὔνοιαν εἰς τὰ συμφέρο̣ν̣[τα τῶι δήμωι ἀεὶ] | |
| ἀποδεικνύμενοι διατελοῦσιν καὶ ὀφει̣[λομένων ὑπὸ τῆς πόλεως] | |
| χρυσῶν τρισχιλίων, οὓς ὁ πατὴρ συν̣[αλλάξας(?) ἐδάνεισε καὶ τὰς] | |
| ἀποδόσεως τάξεις ἐποήσατο, τοὺς̣ [μὲν χρυσοῦς (e.g.) χιλίους ἀφεί]- | |
| 10 | κασιν τῆι πόλει, τῶν δὲ καταλειπομέ̣[νων ἀποδόσει πεποιήκασιν] |
| χρόνους καὶ διὰ τὴν κοινὴν ἀσθέ[νειαν καὶ πόλεμον(?) ἄτοκον κομι]- | |
| δὴν συντεταγμένοι εἰσί· δεδόχθ̣[αι βουλῆι καὶ δήμωι ἐπαινέσαι] | |
| τοὺς Ἀπολλωνίου ὑεῖς καὶ στε[φανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι], | |
| τὸν δὲ στέφανον ἀναγορευθῆ̣[ναι ὑπὸ τοῦ κήρυκος ἐν τῆι τρί(?)]- | |
| 15 | τηι ἐκλησίαι {²⁶ἐκκλησίαι}²⁶, ἀναγγελθῆναι δ̣[ὲ τὸν στέφανον Διονυσίοις ἐν τῶι] |
| [θεά]τ̣ρωι· ὅπως δὲ καὶ ἡ ἀπόδοσ[ις τῶν καταλειπομένων ὀφειλημά]- | |
| [των γί]νηται, ὑποκεῖσθαι αὐτ̣[οῖς ․․․․․․․․c.22-24․․․․․․․․] | |
| [․․c.7․․]σ̣αμέ̣ν̣[ου τοῦ] βίο̣[υ ․․․․․․․․․․c.27-29․․․․․․․․․․․] | |
| [․․․․․․․․․․․․c.28․․․․․․․․․․․․ ?καλεί]σ̣θωσαν μετὰ τῶ̣[ν εὐερ]- | |
| 20 | [γετῶν εἰς προεδρίαν ․․․c.10․․․], ἵνα δὲ καὶ ὁ δῆμος φα̣[ίνηται] |
| [τιμῶν αὐτοὺς ὑπὲρ τῶν εὐεργετημά]των, καὶ ἡ κοινὴ συντε̣[λε]σ̣θ̣ή̣- | |
| [τω θυσία, τὸ μὲν ἀργύριον(?) ἐκ τῶ]ν̣ αὐτῶν προσόδων ἀπ̣οδοθῆ- | |
| [ναι καὶ εἰκόνα τὴν αὐτῶν πρὸ]ς τὴν εἰκόνα τὴν Ἀπολλ̣ωνίου | |
| [ἀνασταθῆναι, οὕτως τιμήσας ὑεῖς τ]οὺς ἐκείνου, ὅπως καὶ ε̣ἰς τὸ | |
| 25 | [μὲν λοιπὸν παρέχωνται αὐτοὶ χρ]είαν τὴν πρὸς τὴν πόλιν, [ε]ἰδό- |
| [τες, ὅτι ὁ δῆμος τοῖς τε ἀγαθοῖ]ς ἀνδράσιν καὶ εἰς αὐτὸν φιλο- | |
| [τιμίαν τε ποιοῦσιν τὰς χάριτας ἀ]ποδιδῶσι μείζους ὧν ἂν ε̣ὖ πά- | |
| [σχηι· καλέσαι δὲ αὐτοὺς εἰς ἱερὸν ἐ]πὶ ξένια πρὸς τὸν ἱερέα τοῦ Ἀπόλ- | |
| [λωνος ἐς αὔριον· σύνεδροι ἡιρέ]θ̣ησαν Ἀγαθῖνος Δηιμάχου, Κόνων | |
| 30 | [?Βα— —, ὁ δεῖνα τοῦ — — — —ο]υ̣· ἀναγράψαι δὲ καὶ τὸ ψή- |
| [φισμα εἰς τὴν στήλην λευκοῦ λίθου τέλεσι]ν τ̣[ῶ]ν ἀρχόντων, τὴ[ν δὲ] | |
| [στήλην σταθῆναι ἐν τῶι τοῦ Ἀπόλλ]ων̣[ος] ἱ̣ε̣ρῶι παρὰ τὴν̣ [εἰκόνα]. | |
| vacat |