[ ]
Att. — stoich. 29 — 368/7 — IG II² 1174 Add. (pt. 1.2 p. 672)
1 | [Ε]ὐθήμων εἶπεν· ὅπως ἂ[ν τά τε κοινὰ σᾶ] |
[ἦ]ι τοῖς δημόταις κα[ὶ τὰς εὐθύνας δι]- | |
δῶσιν οἱ δήμαρχοι κα[ὶ οἱ ταμίαι, δεδ]- | |
όχθαι τοῖς δημόταις· [τὸς δημάρχος κ]- | |
5 | αὶ τὸς ταμίας τὸν λόγ[ον τῶν λημμάτω]- |
[ν] καὶ τῶν ἀναλωμάτων ἐ[μβάλλεν ἐς τὴ]- | |
[ν] κιβωτὸν κατὰ τὸν μῆν[α ἕκαστον, ἐπε]- | |
[ι]δὴ κ[α]ὶ οἱ ἐπὶ Ναυσιγέ[νος ἄρχοντος] | |
[α]ὐτ[ο]ὶ ἐθέλονται ἐμβά[λλοσι κατὰ μῆ]- | |
10 | [ν]α τ[ὸ]ν λ̣όγον· τὰς δὲ εὐθ[ύνας διδόναι] |
τῶι [ὑ]στέρωι ἔτει πρὸ [το͂ Μεταγειτνι]- | |
ῶνος μηνὸς ἐκ τῶν ἐκ [τῆς κιβωτοῦ λόγ]- | |
ων, ἐξ ἄλλων δὲ μή. στῆ[σαι δὲ στήλην ἐν] | |
τῆι ἀγορᾶι ἀναγρά[ψαντας τόδε τὸ ψή]- | |
15 | [φ]ισμα· ἐξορκούτω [δὲ ὁ δήμαρχος τὸν ε]- |
[ὔ]θυνον καὶ τὸς πα[ρέδρος εὐθύνεν κα]- | |
[τ]ὰ τὸ ψήφισμα τὸ ἐ[ν τῆι ἀγορᾶι ἀναγε]- | |
[γ]ραμμένον· ἐὰν δὲ [․․․․․․15․․․․․․․]- | |
[․․] καὶ μὴ ἐξέλωσι[ν τὴν εὔθυναν κατὰ] | |
20 | [τόδε] τό [ψ]ή[φι]σ[μα? — — — — — — — —] |