[ ]
Att. — non-stoich. — s. III a.?
1 | — — — — — — — Λ․․․ΟΙΛ — — — — — — — |
[ἡ πα]ράδο̣σις· τοὺς δὲ μισ[θωσαμένου]- | |
ς καὶ τοὺς ἐνγ[υ]ητὰς ἀφ’ [οὗ ἂν παραδῶσι τὴν μί]- | |
σθωσιν ἀποδιδόναι καὶ [καταβάλλειν τὸ] | |
5 | μὲν̣ πρ̣ῶ̣τον μέρος τῆς μι[σθώσεως ἀρχομέν]- |
ου τοῦ ἐνιαυτοῦ, τὸ δὲ δεύτε[ρον μέ]- | |
ρος τοῦ Γαμηλιῶνος̣ μηνός, [τὸ δὲ τ]- | |
ελ̣ευταῖον τοῦ̣ Θαργηλιῶν[ος μηνὸς· ἀπο]- | |
διδό̣ναι δὲ τῶι ταμίαι καὶ το̣ῖ[ς ἀεὶ οὖσιν?] | |
10 | ἐ̣π̣ι̣μελ̣η̣ταῖς τῆς φυλῆς· ἐὰν [δ]ὲ [μὴ ἀ]- |
ποδιδῶσιν κατὰ τὰ[ς] γενομένα[ς συγγραφάς, ἐ]- | |
νεχυρασίαν εἶναι αὐ[τ]ῶ̣[ν ․․․] τῶι̣ [ταμί]- | |
α̣ι καὶ τοῖς ἐπιμεληταῖς· τὰ̣ς δὲ̣ [ἐνεχυρ]- | |
ασίας ἐκ τῶν τοῦ μι[σ]θωσαμένου [εἶναι κα]- | |
15 | ὶ τοῦ ἐγγυη̣τοῦ αὐτοῦ τροφῶν(?) ․․ιο — — |
ὰν βούλωνται ανατεκαι․․ω — — — — — — — | |
ειν αὐτὸν ἐκ τοῦ μέρους ὅ[σον — — μεμ]- | |
ι̣σθωμένος καὶ στεεσ — — — — — — — — — — | |
γο․μηνῶν ἁπάντων [— — — — — ἀναγράψα]- | |
20 | [ι δὲ] τό̣δ̣ε τὸ ψήφισμα [εἰς στήλην λιθίνην —] |
․ι․α․λ․σικηται κ — — — — — — — — — — — — — | |
. μέτρον ὅσον ἐκ — — — — — — — — — — — — — | |
․․․․ τὰ ὀνόματα [πατρόθεν καὶ τοῦ δή]- | |
[μου] καὶ παρα[γράψαι τὸ ὄνομα παρ’ ὧι ἂν κείωντ]- | |
25 | [αι αἱ συ]ν[θῆκαι]. |