Private letter.  Lead lamella.
[ ] N. Black Sea — Olbia — Berezan Isl. — ca. 550-500 BC — VDI (1971.4) pp. 74-100 — PCPhS 199 (1973) pp. 35-37
obv.1 ὦ Πρωταγόρη, ὀ πατήρ τοι ἐπιστέλλεˉ. ἀδικε͂ται
ὑπὸ Ματάσυος, δοˉλο͂ται γάρ μιγ καὶ το͂
φορτηγεσίοˉ ἀπεστέρεˉσεν. ἐλθὼμ παρ’ Ἀναξαγό|ρην
ἀπήγησαι, φησὶ γὰρ αὐτὸν Ἀναξαγόρεω
5 δο͂λον ἐ͂ναι μυθεόμενος· "τἄμ’ Ἀνα<ξα>γόρης ἔχεˉ,
καὶ δόˉλοˉς καὶ δόˉλας κοἰκίας." ὀ δὲ ἀναβῶι τε
καὶ οὔ φησιν ἐ͂ναι οὐδὲν ἐωυτῶι τε καὶ Ματάσ<υι>
καί φησιν ἐ͂ναι ἐλεόθερος καὶ οὐδὲν ἐ͂ναι ἐωυτ<ῶ>ι
καὶ Ματά<συι. Μα>τάσυ<ι> δὲ τί αὐτῶι κἀναξαγόρη αὐτοὶ
10 οἴδασι κατὰ σφᾶς αὐτόˉς. ταῦτ’ Ἀναξαγόρη λέγεˉν
καὶ τῆ γυναικί. ἔτερα δέ τοι ἐπιστέλλεˉ. τὴμ μητέρα
καὶ τὸˉς ἀδε<λ>φεὺς <ο>ἴ ἐˉσ{σ}ιν {²⁶ἐˉσιν}²⁶ ἐν Ἀρβινάτηισιν ἄγεˉν ἐς τὴμ πόλιν,
αὐτὸς δὲ Ε̣ὄ̣νεορος ἐλθὼμ παρά μιν <ἰ>θύωρα καταβήσεται.
rev.1 Ἀχιλλοδώροˉ τὸ μολί-
βδιον παρὰ τὸμ παῖδα
κἀναξαγόρην {²⁶καὶ Ἀναξαγόρην}²⁶.
Search Help
Contact Us