Tabulae Heracleenses, concerning lands belonging to the sanctuaries of Dionysos and Athena Polias.  Two bronze tablets.
[ ] Italia (Magna Graecia) — Herakleia (Policoro) — late 4th/early 3rd c. BC — IG XIV 645 — Inscr. Gr. Siciliae et inf. Italiae (1925) 3, 1 — cf. SEG 48.1268; 49.1355; 50.1040; 53.1076
See also:
ἔφορος Ἀρίσταρχος ℎηρακλείδα, μὴς
Ἀπελλαῖος· ℎα πόλις καὶ τοὶ ὀρισταί,
ϝε τρίπους Φιλώνυμος Ζωπυρίσκω,
πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω,
αι πέλτα Δάζιμος Πύρρω, v κν θρῖναξ
Φιλώτας ℎιστιείω, v με ἐπιστύλιον
ℎηρακλείδας Ζωπύρω, v Διονύσωι.
ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎιαρὼς τὼς τῶ Διονύσω
Φιλώνυμος Ζωπυρίσκω, Ἀπολλώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, Φιλώτας ℎιστιείω,
ℎηρακλείδας Ζωπύρω, καθὰ ὤρ̣ιξαν καὶ ἐτέρμαξαν καὶ συνεμέτρησαν καὶ ἐμέρι-
ξαν τῶν ℎηρακλείων διαγ̣νόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξάμε-
νοι ἀπὸ τῶ ἀντόμω τῶ ℎυπὲρ Πανδοσίας ἄγοντος τῶ διατάμνοντος τώς τε ℎιαρὼς χώ-
ρως καὶ τὰν ϝιδίαν γᾶν ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διονύσω χώρως καὶ
τὸν Κωνέας ℎο Δίωνος ἐπαμώχη. κατετάμομες δὲ μερίδας τέτορας·
τὰν μὲν πράταν μερίδα ἀπὸ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ἄγοντος
εὖρος ποτὶ τὰν τριακοντάπεδον τὰν διὰ τῶν ℎιαρῶν χώρων ἄγωσαν,
μᾶκος δὲ ἄνωθα ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν, καὶ
ἐγένοντο μετριώμεναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν δι-
ακάτιαι μία σχοῖνοι, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ϝεξακάτιαι
τετρώκοντα ϝὲξ σχοῖνοι vacat 9· τὰν δὲ δευτέραν μερίδα εὖρος ἀπὸ
τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, μᾶκος δὲ ἀπὸ τᾶν
ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριώμεναι ἐν ταύται τᾶι με-
ρείαι ἐρρηγείας μὲν διακάτιαι ℎεβδεμήκοντα τρῖς σχοῖνοι, σκίρω δὲ
καὶ ἀρρήκτω καὶ δρυμῶ πεντακάτιαι σχοῖνοι· vacat 12
τὰν δὲ τρίταν μερίδα εὖρος ἀπὸ τῶ ἀντόμω τῶ πράτω τῶ πὰρ τὰν τρι-
ακοντάπεδον ἄγοντος ἐπὶ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τρια-
κονταπέδω, μᾶκος ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγέ-
νοντο μετριώμεναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν τριακάτιαι
δέκα δύο σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ πεντα-
κάτιαι τριάκοντα ℎεπτὰ ℎημίσχοινον· v τὰν δὲ τετάρταν μερίδα εὖρος ἀπὸ
τῶ ἀντόμω τῶ δευτέρω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν
ὀρίζοντα τάν τε ℎιαρὰν καὶ τὰν ϝιδίαν γᾶν, μᾶκος δὲ ἀπὸ τᾶν ἀποροᾶν
ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριώμεναι ἐν ταύται τᾶι μερείαι ἐρρη-
γείας μὲν τριακάτιαι ℎοκτὼ σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω
καὶ δρυμῶ πεντακάτιαι τετρώκοντα μία ℎημίσχοινον. vacat 7
κεφαλὰ πάσας ἐρρηγείας χίλιαι ℎενενήκοντα πέντε σχοῖνοι, σκί-
ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ δισχίλιαι διακάτιαι ϝίκατι πέντε·
τὰν δὲ νᾶσον τὰν ποτιγεγενημέναν ἐς τὰν ἄρρηκτον γᾶν συνεμε-
τρήσαμες. ἀπὸ ταύτας τᾶς γᾶς ἀπολώλη ἐρρηγείας μὲν τριακάτιαι
τρῖς σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ τετρα-
κόσιαι τριάκοντα πέντε σχοῖνοι, ἐμ μὲν τᾶι πράται μερείαι τᾶι
πὰρ τὰ ℎηρώιδεια ἐρρηγείας μὲν ℎεβδεμήκοντα ϝὲξ σχοῖνοι, σκί-
ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ℎεκατὸν ℎογδοήκοντα πέντε σχοῖ-
νοι, ἐν δὲ τᾶι τετάρται μερείαι τᾶι πὰρ τὰ Φιντία ἐρρηγείας μὲν
διακάτιαι ϝίκατι ℎεπτὰ σχοῖνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρή-
κτω καὶ δρυμῶ διακάτιαι πεντήκοντα σχοῖνοι. κεφαλὰ πά-
σας γᾶς ℎᾶς κατεσώισαμες τῶι Διονύσωι ℎεπτακάτιαι τριά-
κοντα ℎοκτὼ σχοῖνοι ℎημίσχοινον· ταύταν τὰν γᾶν κατεσώισα-
μες ἐγδικαξάμενοι δίκας τριακοσταίας τοῖς τὰν ℎιαρὰν γᾶν ϝι-
δίαν ποϊόντασσιν. ℎαύτα ἐμισθώθη ℎ̣α γ̣ᾶ κατὰ βίω, [ℎόσσα]ν ℎ[α]-
μὲς κατεσώισαμες, τριακατίων μεδίμνων τὸ ϝέτος ℎέκαστον,
ℎα δὲ πᾶσα γᾶ ℎα τῶ Διονύσω τετρακατίων δέκα μεδίμνων κάδ-
διχος τὸ ϝέτος ℎέκαστον. ἐστάσαμες δὲ καὶ ὄρως ἐπὶ μὲν τᾶς
πλευριάδος ἄνω ℎένα μὲν ἐπὶ τῶ ἀντόμω τῶ πὰρ Πανδοσίαν
τῶ πὰρ τὰ ℎηρώιδεια τῶ ὀρίζοντος τάν τε ℎιαρὰν γᾶν καὶ τὰν ϝιδίαν,
ἀνχωρίξαντες ἀπὸ τᾶν ἀποροᾶν ἐς τὰν ϝιδίαν γᾶν, ℎως μὴ καταλυ-
μακωθὴς ἀδηλωθείη καθὼς τοὶ ἔμπροσθα ὄροι· ἄλλον δὲ ἐπὶ τῶ ἀν-
τόμω τῶ πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες πὰρ τὰν βυβλίαν καὶ
τὰν διώρυγα, ἀνχωρίξαντες ℎωσαύτως ἐς τὰν ϝιδίαν γᾶν {ταν}· ἄλ-
λως δὲ ἀντόρως τούτοις ἐστά‵σα′μες ἐπὶ τᾶς ἀμαξιτῶ τᾶς διὰ τῶ χα-
ράδεος ἀγώσας τᾶς πὰρ τὸν δρυμόν, τὰς μὲν στάλας ἐς τὰν ℎιαρὰν
γᾶν, τὼς δὲ ἀντόρως ἐς τὰν ϝιδίαν γᾶν, καταλιπόντες ϝικατίπεδον
ἄντομον. ἐστάσαμες δὲ καὶ μεσσόρως, δύο μὲν ἐπὶ τᾶς ℎοδῶ τᾶς
ἀγώσας ἔκ τε πόλιος καὶ ἐκ Πανδοσίας διὰ τῶν ℎιαρῶν χώρων, δύο
δὲ ἐν ταῖς ℎακροσκιρίαις· τούτως πάντας ἂν εὐθυωρείαν ℎομολό-
γως ἀλλάλοις, τὼς μὲν ἐς τὸ ℎιαρὸν πλάγος τῶ ἀντόμω ἐπιγε-
γραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐν τᾶι ϝιδίαι γᾶι ἐπι-
γεγραμμένως ἀντόρως. ℎωσαύτως δὲ καὶ ἐπὶ τῶ ἀντόμω τῶ
πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες μεσσόρως, δύο μὲν ἐπὶ
τᾶς ℎοδῶ τᾶς ἐκ πόλιος καὶ ἐκ Πανδοσίας ἀγώσας διὰ τῶν
ℎιαρῶν χώρων, δύο δὲ ἐπὶ τᾶν ℎακροσκιριᾶν πὰρ τὰς τυρείας·
τούτως πάντας ℎομολόγως ἂν εὐθυωρείαν τοῖς ἐπὶ τᾶς ℎοδῶ
τᾶς διὰ τῶ χαράδεος ἀγώσας πὰρ τὸν δρυμόν, τὼς μὲν ἐς τὸ ℎιαρὸν
πλάγος ἐπιγεγραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐς τὰν ϝιδί-
αν γᾶν ἐπιγεγραμμένως ἀντόρως, ἀπέχοντας ἀπ’ ἀλλάλων ℎως ἦ-
μεν ϝικατίπεδον ἄντομον. ἐπὶ δὲ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν ℎι-
αρῶν χώρων ἀγώσας ἐπὶ μὲν τᾶς πλευριάδος ἄνω δύο, ἀπέχοντας ἀπ’ ἀλ-
λάλων τριάκοντα πόδας, ἄλλως δὲ ἀντόρως τούτοις ἐπάξαμες πὰρ
τὰν ℎοδὸν τὰν πὰρ τὸν δρυμὸν ἄγωσαν δύο, ἀπέχοντας ἀπ’ ἀλλάλων
τριάκοντα πόδας· ἐν δὲ μέσσωι τῶι χώρωι ἐπὶ τᾶς τριακονταπέδω τέ-
τορας, ἀπέχοντας ἀπ’ ἀλλάλων ℎᾶι μὲν τριάκοντα πόδας, ℎᾶι δὲ ϝίκα-
τι· ἐπὶ δὲ τῶ ἀντόμω τῶ πὰρ τὰν τριακοντάπεδον δύο, ἀπέχοντας ἀπ’ ἀλ-
λάλων ϝίκατι πόδας, καὶ ἄλλως ἐπὶ τῶ δευτέρω ἀντόμω ἀπέχοντας
ἀπ’ ἀλλάλων ϝίκατι πόδας· τούτως πάντας ἀνεπιγρόφως ὀρίζοντας
τὰς μερείας τὰς ποτ’ ἀλλάλως τοῖς μεμισθωμένοις τὼς ℎιαρὼς χώ-
ρως. τὼς δὲ πάντας χώρως τὼς τῶ Διονύσω τερμάζοντι τοί τε ἄντομοι
ℎό τε πὰρ τὰ ℎηρώιδεια ἄγων καὶ ℎο πὰρ τὰ Φιντία ἀπὸ τᾶν ἀποροᾶν ἄνω-
θα ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν. ἀριθμὸς ὄρων, τῶν ἐστάσαμες, τῶν μὲν
ἐπὶ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ℎεπτὰ σὺν τῶι ἐπὶ τᾶς πλευριάδος,
ἐπὶ δὲ τᾶς τριακονταπέδω ℎοκτὼ σὺν τῶι τετρώ{ι}ρωι {²⁶τετρώρωι}²⁶ ἐπὶ δὲ τῶ ἀντόμω
τῶ τε πὰρ τὰν τριακοντάπεδον καὶ τῶ ἐχομένω δύο ἐφ’ ἑκατέρω, ἐπὶ δὲ τῶ
πὰρ τὰ Φιντία ℎεπτὰ σὺν τῶι πὰρ τὰν βυβλίναν μασχάλαν καὶ πὰρ τὰν δι-
ώρυγα.
                        συνθήκα Διονύσω χώρων.
ἐπὶ ἐφόρω Ἀριστίωνος, μηνὸς Ἀπελλαίω, ℎα πόλις καὶ τοὶ πολιανόμοι ασ βότρυς Τίμαρ-
χος Νίκωνος, ϝε ἄνθεμον Ἀπολλώνιος Ἀπολλωνίω καὶ τοὶ ὀρισταὶ ϝε τρίπους Φιλώνυ-
μος Ζωπυρίσκω, πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω, αι πέλτα Δάζιμος Πύρρω,
κν θρῖναξ Φιλώτας ℎιστιείω, με ἐπιστύλιον ℎηρακλείδας Ζωπύρω μισθῶντι τὼς ℎι-
αρὼς χώρως τὼς τῶ Διονύσω, ἔχοντας ℎως ἔχοντι, κατὰ βίω, καθὰ τοὶ ℎηρακλεῖοι διέ-
γνον. τοὶ δὲ μισθωσάμενοι καρπευσόνται τὸν ἀεὶ χρόνον, ℎᾶς κα πρωγγύως ποτάγων-
τι καὶ τὸ μίσθωμα ἀποδιδῶντι πὰρ ϝέτος ἀεὶ Πανάμω μηνὸς προτερείαι· καἴ κ’ ἔμπροσθα
ἀποδίνωντι, ἀπαξόντι ἐς τὸν δαμόσιον ῥογὸν καὶ παρμετρησόντι τοῖς σιταγέρταις τοῖς
ἐπὶ τῶν ϝετέων τῶι δαμοσίωι χοῒ μεστὼς τὼς χοῦς κριθᾶς κοθαρᾶς δοκίμας, ℎοίας κα ℎα γᾶ
φέρει. ποταξόντι δὲ πρωγγύως τοῖς πολιανόμοις τοῖς ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντασσιν πὰρ
πενταℎετηρίδα ℎώς κα ἐθέλοντες τοὶ πολιανόμοι δέκωνται. καὶ αἴ τινί κα ἄλλωι
παρδῶντι τὰν γᾶν, ℎάν κα αὐτοὶ μεμισθωσῶνται, ἢ ἀρτύσωντι ἢ ἀποδῶνται τὰν ἐ-
πικαρπίαν, ἂν αὐτὰ τὰ παρℎεξόνται πρωγγύως ℎοι παρλαβόντες ἢ ℎοῖς κ’ ἀρτύσει ἢ ℎοι πρι-
άμενοι τὰν ἐπικαρπίαν, ἂν ℎὰ καὶ ℎο ἐξ ἀρχᾶς μεμισθωμένος. ℎόστις δέ κα μὴ ποτάγει πρωγγύ-
ως ἢ μὴ τὸ μίσθωμα ἀποδιδῶι κὰτ τὰ γεγραμμένα, τό τε μίσθωμα διπλεῖ ἀποτεισεῖ τὸ ἐπὶ τῶ ϝέ-
τεος καὶ τὸ ἀμπώλημα τοῖς τε πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἀεὶ ἐπὶ τῶ ϝέτεος, ℎόσσωι κα
μείονος ἀμμισθωθῆ πὰρ πέντε ϝέτη τὰ πρᾶτα, ℎότι κα τελέθει ψαφισθὲν ℎάμα πᾶν τῶι πράτωι
μισθώματι καὶ τὰ ἐν τᾶι γᾶι πεφυτευμένα καὶ οἰκοδομημένα πάντα τᾶς πόλιος ἐσσόνται. ἐργαξόν-
ται δὲ κὰτ τάδε. ℎο μὲν τὸν πρᾶτον χῶρον μισθωσάμενος τὸν πὰρ τὸν ἄντομον τὸν ℎυπὲρ Πανδοσί-
ας ἄγοντα τὸν πὰρ τὰ ℎηρώιδα ἄχρι τᾶς τριακονταπέδω ἀμπέλων μὲν φυτευσεῖ μὴ μεῖον ἢ δέκα
σχοίνως, ἐλαιᾶν δὲ φυτὰ ἐμβαλεῖ ἐς τὰν σχοῖνον ℎεκάσταν μὴ μεῖον ἢ τετόρα ἐς τὰν
δυνατὰν γᾶν ἐλαίας ἔχεν· αἰ δέ κα μὴ φᾶντι τοὶ μεμισθωμένοι δυνατὰν ἦμεν ἐλαίας ἔ-
χεν, τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες καὶ αἴ τινάς κα ἄλλως τοὶ πολιανόμοι ποθέ-
λωνται ἀπὸ τῶ δάμω, ὀμόσαντες δοκιμαξόντι καὶ ἀνανγελίοντι ἐν ἀλίαι θασάμενοι τὰν
γᾶν πὸτ τὰν τῶν ἐπιχωρίων. ἐπιμελησόνται δὲ καὶ τῶν ℎυπαρχόντων δενδρέων· αἰ δέ τινά κα
γήραι ἢ ἀνέμωι ἐκπέτωντι, αὐτοὶ ℎεξόντι. ταῦτα δὲ πάντα πεφυτευμένα παρℎεξόντι καὶ ἐνδε-
διωκότα, ℎόσσα ἐν τᾶι συνθήκαι γεγράψαται, ἐν τῶι πέμπτωι καὶ δεκάτωι ϝέτει ἀπὸ τῶ ποτεχεῖ ϝέ-
τεος ἢ Ἀριστίων ἐφορεύει. αἰ δέ κα μὴ πεφυτεύκωντι κὰτ τὰ γεγραμμένα, κατεδικάσθεν πὰρ μὲν τὰν
ἐλαίαν δέκα νόμως ἀργυρίω πὰρ τὸ φυτὸν ℎέκαστον, πὰρ δὲ τὰς ἀμπέλως δύο μνᾶς ἀργυρίω πὰρ τὰν
σχοῖνον ℎεκάσταν. τὼς δὲ πολιανόμως τὼς ἐπὶ τῶ ϝέτεος ποθελομένως μετ’ αὐτοσαυτῶν ἀπὸ τῶ
δάμω μὴ μεῖον ἢ δέκα ἄνδρας ἀμφίστασθαι ἤ κα πεφυτεύκωντι πάντα κὰτ τὰν συνθήκαν,
καὶ τὼς πεφυτευκότας ἀνγράψαι ἐς δόγμα, ἀνγράφεν δὲ ℎόσσα κα πεφυτεύκωντι· ἂν αὐτὰ δὲ τὰ
καὶ εἴ τινές κα μὴ πεφυτεύκωντι κὰτ τὰν συνθήκαν, ἀνγραψάντω καὶ ἐπελάσθω τὰ ἐπιζάμι-
α τὰ γεγραμμένα πὸτ τῶι ἄλλωι μισθώματι. αἰ δέ τίς κα ἐπιβῆι ἢ νέμει ἢ φέρει τι τῶν ἐν τᾶι ℎιαρᾶι
γᾶι ἢ τῶν δενδρέων τι κόπτηι ἢ θραύηι ἢ πριῶι ἢ ἄλλο τι σινήται, ℎο μεμισθωμένος ἐγδικαξῆ-
ται ℎως πολίστων, καὶ ℎότι κα λάβει, αὐτὸς ℎεξεῖ. τὰς δὲ τράφως τὰς διὰ τῶν χώρων ῥεώσας καὶ
τὼς ῥόως οὐ κατασκαψόντι οὐδὲ διασκαψόντι τῶι ℎύδατι οὐδὲ ἐφερξόντι τὸ ℎύδωρ οὐδ’ ἀφερξόν-
τι, ἀνκοθαρίοντι δὲ ℎοσσάκις κα δεώνται τὰ πὰρ τὰ αὐτῶν χωρία ῥέοντα, οὐδὲ τὰς ℎοδὼς τὰς ἀπο-
δεδειγμένας ἀρασόντι οὐδὲ συνℎερξόντι οὐδὲ κωλυσόντι πορεύεσθαι· ℎότι δέ κα τούτων τι ποι-
ῶντι πὰρ τὰν συνθήκαν, τοὶ πολιανόμοι τοὶ ἀὲς ἐπὶ τῶ ϝέτεος ἐπικαταβαλ̣ί̣οντι καὶ ζαμιωσόντι,
ἄχρι ℎῶ κα ἀφομοιώσωντι κὰτ τὰν συνθήκαν. οὐ κοψεῖ δὲ τῶν δενδρέων οὐδὲ θραυσεῖ οὐδὲ πριωσεῖ
οὐδὲ ℎῆς οὐδὲ ℎὲν οὐδὲ ἄλλος τήνωι. οὐδὲ γαιῶνας θησεῖ πὰρ τὼς ℎυπάρχοντας οὐδὲ σαρμευσεῖ,
αἰ μὴ ℎόσσα κα ἐν αὐτᾶι τᾶι γᾶι ℎᾶι μεμίσθωται οἰκοδόμηται, οὐδὲ τοφιῶνας ἐν τᾶι ℎιαρᾶι γᾶι ποιησεῖ
οὐδὲ ἄλλον ἐασεῖ· αἰ δὲ μή, ℎυπόλογος ἐσσῆται ℎως τὰν ℎιαρὰν γᾶν ἀδικίων. οἰκοδομησῆται δὲ καὶ οἰ-
κίαν ἐν τοῖς χώροις τούτοις, βοῶνα, μυχόν, ἀχύριον· τὸν μὲν βοῶνα τὸ μὲν μᾶκος ϝίκατι καὶ δυῶν πο-
δῶν, τὸ δὲ εὖρος ℎοκτὼ καὶ δέκα ποδῶν, τὸν δὲ ἀχύριον μὴ μεῖον τὸ μὲν μᾶκος ℎοκτὼ καὶ δέκα ποδῶν,
τὸ δὲ εὖρος πέντε καὶ δέκα ποδῶν, τὸν δὲ μυχὸν πέντε καὶ δέκα ποδῶν παντᾶι. ταῦτα δὲ παρεξόντι οἰκο-
δομημένα καὶ στεγόμενα καὶ τεθυρωμένα ἐν τοῖς χρόνοις ἐν ℎοῖς καὶ τὰ δένδρεα δεῖ πεφυτευκῆμεν· αἰ
δὲ μή, κατεδικάσθεν πὰρ μὲν τὸν βοῶνα ϝὲξ μνᾶς ἀργυρίω, πὰρ δὲ τὸν ἀχύριον τέτορας μνᾶς ἀργυρίω,
πὰρ δὲ τὸν μυχὸν τρῖς μνᾶς ἀργυρίω. τῶν δὲ ξύλων τῶν ἐν τοῖς δρυμοῖς οὐδὲ τῶν ἐν τοῖς σκίροις οὐ πωλη-
σόντι οὐδὲ κοψόντι οὐδὲ ἐμπρησόντι οὐδὲ ἄλλον ἐασόντι· αἰ δὲ μή, ℎυπόλογοι ἐσσόνται κὰτ τὰς ῥήτρας
καὶ κὰτ τὰν συνθήκαν. ἐς δὲ τὰ ἐποίκια χρησόνται ξύλοις ἐς τὰν οἰκοδομὰν ℎοῖς κα δήλωνται καὶ ἐς τὰς
ἀμπέλως· τῶν δὲ ξηρῶν κοψόντι, ℎόσσα αὐτοῖς ποτ’ οἰκίαν ἐς χρείαν· τοῖς δὲ σκίροις καὶ τοῖς δρυμοῖς χρη-
σόνται τοὶ μισθωσάμενοι ἂν τὰν αὐτῶ μερίδα ℎέκαστος. ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἢ τῶν δενδρέων ἀπο-
γηράσωντι, ἀποκαταστασόντι τοὶ καρπιζόμενοι, ℎως ἦμεν τὸν ἴσον ἀριθμὸν ἀεί. οὐχ ὑπογραψόνται
δὲ τὼς χώρως τούτως ℎοι μισθωσάμενοι οὐδὲ τίμαμα ℎοισόντι οὔτε τῶν χώρων οὔτε τᾶς ἐπιοικοδο-
μᾶς· αἰ δὲ μή, ℎυπόλογος ἐσσῆται κὰτ τὰς ῥήτρας. αἰ δέ τίς κα τῶν καρπιζομένων ἄτεκνος ἄφωνος ἀπο-
θάνει, τᾶς πόλιος πᾶσαν τὰν ἐπικαρπίαν ἦμεν. αἰ δέ χ’ ὑπὸ πολέμω ἐγϝηληθίωντι, ℎώστε μὴ ἐξῆμεν
τὼς μεμισθωμένως καρπεύεσθαι, ἀνℎεῶσθαι τὰν μίσθωσιν κατά κα τοὶ ℎηρακλεῖοι διαγνῶντι καὶ μὴ
ἦμεν ℎυπολόγως μήτε αὐτὼς μήτε τὼς πρωγγύως τῶν ἐν τᾶι συνθήκαι γεγραμμένων. τὼς δὲ πρωγγύ-
ως τὼς ἀεὶ γενομένως πεπρωγγυευκῆμεν τῶν τε μισθωμάτων καὶ τῶν ἐπιζαμιωμάτων καὶ τῶν ἀμ-
πωλημάτων καὶ τᾶν καταδικᾶν καὶ αὐτὼς καὶ τὰ χρήματα, ℎά κα ἐπιμαρτυρήσωντι, καὶ μὴ ἦμεν μήτε ℎάρ-
νησιν μήτε παλινδικίαν, μηδὲ κατ’ ἄλλον μηδὲ ℎένα τρόπον τᾶι πόλι πράγματα παρέχεν μηδὲ τοῖς ℎυ-
πὲρ τᾶς πόλιος πρασσόντασσι· αἰ δὲ μή, ἀτελὲς ἦμεν. δεύτερος. ℎο δὲ τὸν δεύτερον μισθωσάμενος
καρπευσῆται ἀπὸ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν τετρώρων ἀγώσας ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, ℎόσ-
σος κ’ εἶ, καὶ πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσῆται καὶ αὐτὸς καὶ τοὶ πρώγγυοι, ℎότι κα
μὴ πράξει κὰτ τὰν συνθήκαν. τρίτος. ℎο δὲ τὸν τρίτον χῶρον μισθωσάμενος καρπευσῆται ἀπὸ τῶ ἀν-
τόμω τῶ ἀνώτερον τᾶς τριακονταπέδω πὸτ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τριακονταπέδω καὶ
πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσῆται καὶ αὐτὸς καὶ τοὶ πρώγγυοι, ℎότι κα μὴ πρά-
ξει κὰτ τὰν συνθήκαν. τέταρτος. ℎο δὲ τὸν τέταρτον χῶρον μισθωσάμενος πάρ τε τῶν πολιανό-
μων τῶν ἐπὶ Ἀριστίωνος ἐφόρω καὶ τῶν ὀριστᾶν καὶ πὰρ τῶν πολιανόμων τῶν ἐπὶ Ἀριστάρχω τῶ ℎηρα-
κλείδα ἐφόρω, ℎα ἄνθεμα Φιλωνύμω τῶ Φιλωνύμω ℎα ἔμβολος ℎηρακλείδα τῶ Τιμοκράτιος, καρπευ-
σῆται ἀπὸ τῶ ἀντόμω τῶ τρίτω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διο-
νύ‵σω′ χώρως καὶ τὰ Φιντίας ℎο Κρατίνω παμωχεῖ. ℎο δὲ ἀνℎελόμενος ἐργαξῆται τὰ μὲν ἄλλα κὰτ τὰν
συνθήκαν, καθὼς κὰτ τὼς λοιπὼς γέγραπται· τὰς δὲ ἀμπέλως τὰς ℎυπαρχώσας ἐργαξῆται ℎως βέλτι-
στα· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἀπογηράσκωντι, ποτιφυτευσεῖ, ℎώστε ἀεὶ ℎυπάρχεν τὸν ἴσον ἀριθμὸν τᾶν
σχοίνων τὸν νῦν ℎυπάρχοντα, ϝίκατι τέτορας σχοίνως· αἰ δὲ μή, προκαδδεδικάσθω δύο μνᾶς ἀργυρίω
πὰρ τὰν σχοῖνον ℎεκάσταν. τὰς δὲ ἐλαίας καὶ τὰς συκίας καὶ τὰ ἄλλα δένδρεα τὰ ℎήμερα τὰ ℎυπάρχον-
τα πάντα ἐν τᾶι μερίδι ταύται περισκαψεῖ καὶ ποτισκαψεῖ καὶ περικοψεῖ τὰ δεόμενα, καὶ αἴ τινά κα γήραι ἢ
ἀνέμωι ἐκπέτωντι, ἀποκαταστασεῖ μὴ μείω τὸν ἀριθμὸν τῶν ℎυπαρχόντων. ποτιφυτευσεῖ δὲ καὶ ἐλαίας
ἐν τᾶι ψιλᾶι ℎομολόγως ποίων τοῖς ℎυπαρχόντασσι δενδρέοις καὶ τὸν ἀριθμὸν τὸν ℎίσον καθὼς καὶ ἐν τᾶι
ἄλλαι συνθήκαι γεγράπται. ℎότι δέ κα μὴ πράξει ℎο ἀνℎελόμενος κὰτ τὰν συνθήκαν ἢ μὴ ἐν τοῖς χρό-
νοις τοῖς γεγραμμένοις, ℎυπόλογος ἐσσῆται τοῖς πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἐπὶ τῶ ϝ̣έτεος,
καθὼς καὶ ἐν τᾶι ἄλλαι συνθήκαι γεγράπται. αἰ δέ κα τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες μὴ πρά-
ξωντι πάντα κὰτ τὰν συνθήκαν, αὐτοὶ ℎυπόλογοι ἐσσόνται κὰτ τὰν συνθήκαν. ἐπὶ τούτοις ἐμισθώσαν-
το· τὰν μὲν πράταν μίσθωσιν ἀπὸ τῶν τῶ ℎηρώιδα με κιβώτιον Βορμίων Φιλώτα πεντήκοντα ℎεπτὰ μεδί-
μνων κάδδιχος· πρώγγυος τῶ σώματος με κιβώτιον Ἀρκὰς Φιλώτα· τὰν δὲ δευτέραν μίσθωσιν ℎα
ἔμβολος Δάμαρχος Φιλωνύμω τετρώκοντα μεδίμνων· πρώγγυος τῶ σώματος  vacat  Θεόδωρος Θε-
οδώρω· τὰν δὲ τρίταν μίσθωσιν ϝε γυῖον Πεισίας Λεοντίσκω τριάκοντα πέντε μεδίμνων· πρώγγυος
τῶ σώματος κν σφαιρωτῆρες Ἀριστόδαμος  vacat  τὰν δὲ τετάρταν μίσθωσιν αλ λωτήριον
Φίλιππος Φιλίππω διακατίων ℎεβδεμήκοντα ℎοκτὼ μεδίμνων· πρώγγυος τῶ σώματος πε καρυκεῖον
Ἀπολλώνιος ℎηρακλήτω.
                                                                                 vacat
γραμματεὺς ϝε γυῖον Ἀριστόδαμος Συμμάχω· vvv γαμέτρας Χαιρέας Δάμωνος Νεαπολίτας.
    ἔφορος Δάζιμος· ℎα πόλις
    καὶ τοὶ ὀρισταί, ϝε τρίπους Φιλώ-
    νυμος Ζωπυρίσκω πε καρυκεῖον
    Ἀπολλώνιος ℎηρακλήτω, αι πέλ-
    τα Δάζιμος Πύρρω, Ἀθάναι Πολιάδι.
                                     vacat
ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎια-
ρὼς τὼς τᾶς Ἀθάνας τὼς ἐν Κοίλαι, Φιλώνυμος Ζωπυρίσκω, Ἀπολ-
λώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, καθὰ ὤριξαν καὶ συνεμέ-
τρησαν καὶ ἐτέρμαξαν καὶ ἐμέριξαν τῶν ℎηρακλείων δια-
γνόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξάμενοι
ἀπὸ τῶ ἀντόμω τῶ ἀπὸ Καινᾶν ἄγοντος ἐπὶ τὰν ℎοδὸν τὰν τρι-
ακοντάπεδον τὰν ἐπὶ θάλασσαν ἄγωσαν, καὶ ἐγένοντο ἀπὸ
τῶ ἀντόμω ποτὶ τὰν βουβῆτιν τὰν διὰ τῶν γυᾶν ἐκ πόλιος ῥέω-
σαν ℎεπτὰ γύαι, ἀπὸ δὲ τᾶς βουβήτιος ἐπὶ τὰν τριακοντάπεδον
τρεῖς καὶ δέκα γύαι· ἀπὸ δὲ τᾶς τριακονταπέδω ἐπὶ τὰν τριακον-
τάπεδον τὰν διὰ τῶν τριℎημιγύων ἄγωσαν, καὶ ἐγένοντο
ℎεννέα τριℎημίγυα. v διαβάντες δὲ τὰν τριακοντάπεδον ἐμε-
τρίωμες ποτὶ τὸν ϝικατίδειον καὶ ἀπεμετρήσαμες τὸ δέκα-
τον τριℎημίγυον. τὰ δὲ τρίγυα οὐκ ἐξεποίον, καθὼς τὸ ἀρχαῖον
ℎευρίσκομες γεγενημένα, ἀλλὰ πενθημίγυον μόνον κα-
τελείπετο ἐκ τῶν δυῶν τριγύων, τὰν δὲ λοιπὰν γᾶν ϝιδίαν
τινὲς ἐπεποίηντο· ταύταν ἀπεκατεστάσαμες τᾶι Ἀθάναι
κὰτ τὰ ἀρχαῖα. ἀπὸ δὲ τῶ ϝικατιδείω τὰν ἐς ποταμὸν τὸν Ἄκιριν
γᾶν ποτιγενομέναν τὰν ἐμ μέσσωι τᾶς τε ℎεκατομπέδω
καὶ τᾶς ℎηρακλείας ℎοδῶ, καὶ ταύταν πᾶσαν ϝιδίαν ἐπεποίηντό
τινες· καὶ τοὶ μὲν ἐρίξαντες ἀπέσταν, τοῖς δὲ ἐδικαξάμεθα δίκας
τριακοσταίας, καὶ ἀποκαταστάσαντες τᾶι θεῶι κὰτ τὰ ἀρχαῖα ταύ-
ταν τὰν γᾶν κατεδασσάμεθα καὶ ὄρως ἐπάξαμες ἐφ’ ἑκάστας τᾶς
μερίδος, καὶ ἐποιήσαμες πὰρ τὸ τριℎημίγυον τὸ δέκατον πρᾶτον τρί-
γυον, ποτθέντες πὸτ τὸ πενθημίγυον ἀφ’ ἇς κατεσώιξαμες γᾶς, ℎώσ-
τ’ ἦμεν ἔκπλεον εὖρος τρίγυον, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ἄχρι πὸτ
τὰν ℎηρακλέαν ℎοδὸν ἂν τὼς ὄρως· καὶ ἐγένοντο σχοῖνοι ℎεκατὸν τρι-
άκοντα ℎοκτὼ ‵ὀρέγματα ℎοκτώ′, ψιλᾶς μὲν ℎεκατὸν τριάκοντα τρῖς ὀρέγματα ϝίκατι
ϝ̣ὲξ πούς, ἀμπέλων δὲ τέτορες σχοῖνοι ὀρέγματα δέκα ℎὲν πόδες
τρῖς· ℎαύτα ℎα γᾶ ἐμισθώθη τὰν πράταν πενταℎετηρίδα διακοσίων
ϝεξήκοντα ℎεννέα μεδίμνων χοὸς δυῶν χοινίκων. ἀπὸ δὲ τούτω τῶ
{τω} τριγύω ἐμετρήσαμες πὸτ τὸ<ν> ϝικατίδειον δεύτερον τρίγυον εὖ-
ρος ἂν τὼς ὄρως, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ποτὶ τὰν ℎηρακλείαν
ℎοδόν, καὶ ἐγένοντο σχοῖνοι ℎεκατὸν τριάκοντα ℎεννέα, ψιλᾶς μὲν ℎε-
κατὸν ϝίκατι τρῖς σχοῖνοι, ἀμπέλων δὲ δέκα ϝὲξ σχοῖνοι· τοῦτο τὸ τρί-
γυον ἐμισθώθη ϝεξακατίων ℎενενήκοντα πέντε μεδίμνων.
διαβάντες δὲ τὸν ϝικατίδειον ἐποιήσαμες πράταν μερίδα πὰρ ℎε̣κ̣[α]-
τόνπεδον, ἐν ℎᾶι ℎα ἀμπελωργικά, καὶ ἐτάμομες κοινὰν πόθοδον ἐκ τῶ
ϝικατιδείω πὸτ τὰν οἰκίαν ϝικατίπεδον καὶ ἀπὸ τᾶς οἰκίας πὰρ τὰς ἀμ-
πέλως ἄχρι ἐς ποταμὸν ℎοκτάπεδον. καὶ ἐμετρίωμες ἀπὸ τῶ ϝικατιδείω
τ<ῶ> πὸτ Ἄκιριν ἐπὶ τὰν διαστολὰν τὰν πλαγίαν τὰν ἀπὸ τᾶς ποθόδω τᾶς κοι-
νᾶς ἀγώσας ἐς τὰν ℎεκατόνπεδον, καὶ ἐγένοντο πεντήκοντα ℎεννέα σχοῖ-
νοι ℎημίσχοινον, ψιλᾶς μὲν πεντήκοντα μία ὀρέγματα ℎεπτά, ἀμπέλων δ[ὲ]
ℎοκτὼ σχοῖνοι ὀρέγματα ℎοκτώ· ℎαύτα ἐμισθώθη τετρακατίων τεσσαρά[κον]-
τα ϝὲξ μεδίμνων καδδίχων τεσσάρων. vvv δευτέρα μερίς, ἐν ℎᾶι ℎα οἰκία [ἐ]-
στί, μᾶκος ἀπὸ τῶ ϝικατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄ-
ρων καὶ τᾶς ποθόδω τᾶς ℎοκταπέδω τᾶς ἐς ποταμὸν ἀγώσας ἐπὶ τὼς ὄρως,
καὶ ἐγένοντο ϝεξήκοντα τρεῖς σχοῖνοι ὀρέγματα δέκα δύο· ταύται τᾶι μερίδ[ι]
ποτεδασσάμεθα ἀμπέλων τὰν πράταν διαστολὰν τὰν πὰρ τὰν ℎεκατόνπε-
δον ℎοκτὼ σχοίνως ὀρέγματα ϝείκατι ϝὲξ πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς
ℎεβδεμήκοντα δύο σχοῖνοι ὀρέγματα ℎοκτὼ πόδες δύο· ℎάυτα ἐμισθώθη ϝεξα-
κατίων τριάκοντα δυῶν μεδίμνων χοός. vvv τρίτα μερὶς μᾶκος ἀπὸ τῶ ϝεικατι-
δείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς δευτέρας
μερίδος ἐπὶ τὼς ὄρως, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ϝὲξ σχοῖνοι ℎημίσχοι-
νον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν δευτέραν διαστολὰν ἀφ’ ἑκα-
τονπέδω ℎεπτὰ σχοίνως ὀρέγματα δέκα ℎεπτά, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε-
μήκοντα τέτορες σχοῖνοι ὀρέγματα δύο· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα
μεδίμνων δυῶν καδδίχων χοινίκων δυῶν. vvv τετάρτα μερὶς μᾶκος ἀπὸ τῶ ϝι-
κατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς τρί-
τας μερίδος ἐπὶ τὼς ὄρως καὶ ἐπὶ τὸν ἄντομον τὸν διατάμνοντα τὼς χώρως, τὸν
ἐτάμομες ἐκ τῶ ϝικατιδείω ἐς ποταμὸν κοινὸν πᾶσι χρῆσθαι τοῖς τὼς ℎιαρὼς χώ-
ρως μεμισθωμένοις, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ℎοκτὼ σχοῖνοι ὀρέγμα-
τα δέκα τρία· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν διαστολὰν
ἀφ’ ἑκατομπέδω τὰν ποτικλάιγωσαν πὸτ τὰν πόθοδον τὰν ℎοκτάπεδον δέκα πέντε
σχοίνως ὀρέγματα ℎεπτά· ἐγένετο ℎα πᾶσα μερὶς ℎογδοήκοντα τρεῖς σχοῖνοι ὀρέγμα-
τα ϝείκατι· ℎαύτα ἐμισθώ{․}θη {²⁶ἐμισθώθη}²⁶ ϝεξακατίων τριάκοντα μεδίμνων. ἀπὸ δὲ τῶ
ἀντόμω τῶ διατάμνοντος τὼς χώρως τῶ ἐς ποταμὸν ἄγοντος τῶ ϝι-
κατιπέδω ἐμετρίωμες μᾶκος μὲν ἐπὶ τὰν ℎηρακλείαν, εὖρος δὲ ἀπὸ
τῶ ϝικατιδείω ἐπὶ τὼς ὄρως  vacat  τὼς πράτως, καὶ κατελίπομες
πόθοδον ἐκ τῶ ϝεικατιδείω ποτὶ τὰν οἰκίαν ϝεικατίπεδον, καὶ ἐγένετο
ℎα μερὶς ℎαύτα ψιλᾶς ϝεξήκοντα δύο σχοῖνοι· ταύται τᾶι μερίδι ποτεδασ-
σάμεθα ἀμπέλων τὰν πράταν στάσιν τὰν πὸτ τὸν ϝικατίδειον ϝὲξ σχοί-
νως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ℎοκτὼ σχοῖνοι ℎημί-
σχοινον· ℎαύτα ἐμισθώθη ℎοκτακατίων πεντήκοντα ϝὲξ μεδίμνων καδδί-
χων τετόρων. vv δευτέρα μερὶς ἀπὸ τῶ ϝικατιδείω, ἐν ℎᾶι ℎα οἰκία ἐστί,
ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖ-
ρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς πεντήκοντα ℎεννέα
σχοῖνοι ℎημίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων
τὰν δευτέραν στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐ-
γένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ϝὲξ σχοῖνοι· ℎαύτα ἐμισθώθη τετρα-
κατίων πεντήκοντα ℎοκτὼ μεδίμνων καδδίχων δέκα τετόρων δυ-
ῶν χοινίκων. vvv τρίτα μερὶς ἀπὸ τῶ ϝικατιδείω πὸτ τὰς ἀμπέλως, ἀπὸ τῶ
ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖρος ἀ-
πὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς ϝεξήκοντα τρῖς σχοῖνοι ℎη-
μίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν
στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα με-
ρὶς ℎεβδεμήκοντα σχοίνοι· ℎαύτα ἐμισθώθη τριακατίων ϝὲξ μεδίμνων καδ-
δίχων τετόρων. vv τετάρτα μερὶς ἀπὸ ϝικατιδείω μᾶκος μὲν ἀπὸ τῶ ἀντόμω
τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν πὰρ τὰς ἀμπέλως ἄγωσαν,
εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς τετρώκοντα ℎοκτὼ
σχοῖνοι· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τετάρταν στά-
σιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς πεν-
τήκοντα τέτορες σχοῖνοι ℎημίσχοινον· ℎαύτα ἐμισθώθη διακατίων τριάκον-
τα πέντε μεδίμνων καδδίχων δέκα πέντε. vvv πέμπτα μερὶς ἀπὸ ϝικατι-
δείω μᾶκος ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν
πὰρ τὰς ἀμπέλως ἄγωσαν, εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὰν νᾶσον, καὶ ἐγέ-
νετο ψιλᾶς ϝεξήκοντα τέτορες σχοῖνοι· ταύται τᾶι μερίδι ποτεδασ-
σάμεθα ἀμπέλων τὰν πέμπταν στάσιν ἀπὸ ϝικατιδείω ℎεπτὰ σχοί-
νως ὀρέγματα δέκα ℎεπτὰ πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε-
μήκοντα μία σχοῖνοι ὀρέγματα <δέκα> ℎεπτὰ πόδες δύο· ℎαύτα ἐμισθώθη πεντα-
κατίων ℎογδοήκοντα μεδίμνων καδδίχων δέκα πέντε. vv ϝέκτα μερὶς
τὸ ἔγγωνον τὸ πὰρ τὰς ἀμπέλως τὸ ποτικλᾶιγον πὸτ τὰν ℎηρακλείαν κα[ὶ]
πὸτ τὸν ποταμόν, καὶ ἐγένετο ψιλᾶς τριάκοντα σχοῖνοι· ταύται <τᾶι> μερίδι πο-
τεδασσάμεθα ἀμπέλων ℎοκτὼ σχοίνως ℎημίσχοινον τὰς ἐχομένας τῶ
χωρί[ω, καὶ ἐγέν]ετο [ℎα] πᾶσα μερὶς τριάκοντα ℎοκτὼ σχοῖνοι ℎημίσχοινο[ν]·
[ℎαύτα ἐμισθώθη — — — — — — — — — — — — — ℎεν]ὸς με[δίμνων — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us