Orphic text.  Rectangular gold lamella, found in a tomb.
[ ] Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — PdP 29 (1974) 108-126 (SEG 26.1139) — Epigraphica 37 (1975) 19-24 — ZPE 137 (2001) 27-33 (G. Sacco)
See also:
1 Μναμοσύνας τόδε ἔρ<γ>ον, ἐπεὶ ἂμ μέλλεˉισι θανε͂σθαι
εἰς Ἀΐδαο δόμοˉς εὐέˉρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρέˉνα.
πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρισ(σ)ος.
ἔνθα κατερχόμεναι ψυ<χ>αὶ νεκύοˉν ψύχονται.
5 ταύτας τᾶ<ς> κράνας μεˉδὲ σχεδὸν ἐνγύθεν ἔλθεˉις,
πρόσθεν δὲ ℎευρέˉσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὕδοˉρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι,
οἱ δέ σε εἰρέˉσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι
ὅτ(τ)ι δὲˉ ἐξερέεις Ἄϊδος σκότος ὀρφ̣<ν>έˉεντος.
10 εἶπον· Γε͂ς παῖ<ς> ἐˉμι καὶ Ὀˉρανο͂ ἀστερόεντος,
δίψαι δ’ ἐˉμ’ αὖος καὶ ἀπόλλυμαι, ἀλ(λ)ὰ δότ’ ὀ͂κ̣α̣
ψυχρὸν ὕδοˉρ πιέναι τε͂ς Μνεˉμοσύνεˉς ἀπὸ λίμ<ν>εˉ̣ς.
καὶ δέˉ τοι ἐρέοˉσιν <ℎ>υποχθονίοˉι βασιλε͂ϊ
καὶ δέˉ τοι δόˉσοˉσι πιε͂ν τᾶς Μναμοσύνας ἀπὸ λίμνας
15 καὶ δὲˉ καὶ σὺ πιὸˉν ℎοδὸν ἔρχεα<ι> ℎάν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ℎιερὰν στείχοˉσι κλε<ε>ιν̣οί.
Search Help
Contact Us