Orphic text. Rectangular gold lamella, found in a tomb.
[ ]
Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — PdP 29 (1974) 108-126 (SEG 26.1139) — Epigraphica 37 (1975) 19-24 — ZPE 137 (2001) 27-33 (G. Sacco)
See also:
| 1 | Μναμοσύνας τόδε ἔρ<γ>ον, ἐπεὶ ἂμ μέλλεˉισι θανε͂σθαι |
| εἰς Ἀΐδαο δόμοˉς εὐέˉρεας ἔστ’ ἐπὶ δ<ε>ξιὰ κρέˉνα. | |
| πὰρ δ’ αὐτὰν ἑστακῦα λευκὰ κυπάρισ(σ)ος. | |
| ἔνθα κατερχόμεναι ψυ<χ>αὶ νεκύοˉν ψύχονται. | |
| 5 | ταύτας τᾶ<ς> κράνας μεˉδὲ σχεδὸν ἐνγύθεν ἔλθεˉις, |
| πρόσθεν δὲ ℎευρέˉσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
| ψυχρὸν ὕδοˉρ προρέον· φύλακες δὲ ἐπύπερθεν ἔασι, | |
| οἱ δέ σε εἰρέˉσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι | |
| ὅτ(τ)ι δὲˉ ἐξερέεις Ἄϊδος σκότος ὀρφ̣<ν>έˉεντος. | |
| 10 | εἶπον· Γε͂ς παῖ<ς> ἐˉμι καὶ Ὀˉρανο͂ ἀστερόεντος, |
| δίψαι δ’ ἐˉμ’ αὖος καὶ ἀπόλλυμαι, ἀλ(λ)ὰ δότ’ ὀ͂κ̣α̣ | |
| ψυχρὸν ὕδοˉρ πιέναι τε͂ς Μνεˉμοσύνεˉς ἀπὸ λίμ<ν>εˉ̣ς. | |
| καὶ δέˉ τοι ἐρέοˉσιν <ℎ>υποχθονίοˉι βασιλε͂ϊ | |
| καὶ δέˉ τοι δόˉσοˉσι πιε͂ν τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
| 15 | καὶ δὲˉ καὶ σὺ πιὸˉν ℎοδὸν ἔρχεα<ι> ℎάν τε καὶ ἄλλοι |
| μύσται καὶ βάχχοι ℎιερὰν στείχοˉσι κλε<ε>ιν̣οί. |