IG II² 1156
[ ] Att. — stoich. 47-50 — 334/3 — IG II² 1156 Add. (pt. 1.2 p. 672)
col. I.15 — — —    — — —
— — —    — μοκρίτου
[— — —    — — κ]ράτους
    (demoticum)
․․․8․․․․νος Φυρομάχου
20 [Χαιρέστ]ρατος Χαιρίωνος
․․․․οτος Δημητρίου
․․․γένης Σάβωνος
[Ἀ]ντισθένης Ἀντιφάτους
Δαιδαλίδαι·
25 Φιλόξενος Φιλονόμου
col. II.1 — — —    — — ου
— — —    — — ους
— — —    — — νίππου
— — —    — — άδ[ο]υ
5 — — —    Μνησιθέου
— — —   Ἡ̣γησιφάνους
[․․․․μα]χος Γλαυκέτου
․․․․ανόδωρος Λυσιστράτου
[Κα]λλίας  Καλλιάδους
10 Ἀντιφῶν  Ἐπιτρόπου
Χρέμης Σμικύθου
Αἰξωνῆς·
Εὐκλῆς Εὐκλείδου
Μελάνθιος [Ἀ]ριστίδου
15 Θεότιμος Θεοπόμπου
Ἀμφίστρατος  Φιλημονίδου
Δημοκλείδης Δημέου
Θεόδοτος Αἴσχρωνος
Ἐπικράτης Εὐκράτους
20 Ξυπεταιόνες·
Νικίας Εὐκταίου
Ξενοφῶν Μνησιάδου
Πιθῆς·
Τεισαμενὸς Κίρου
25 Αὐτοκλῆς Χαρίππου
Καλλικράτης Αἰξωνεὺς  εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ τῆς Κεκρ[οπί]-
δος οἱ ἐπ[ὶ Κτη]σ[ι]κλέους ἄρχοντος εὐτακτοῦσιν καὶ π[ο]ιοῦσ[ιν]
πάντα ὅ[σα αὐτ]οῖς οἱ νόμοι προστάττουσιν καὶ τ[ῶι σωφρ]ονι[στ]-
εῖ πειθ[αρχο]ῦσιν τῶι χειροτονηθέντι ὑπὸ τοῦ δ[ήμου, ἐπ]αιν[έσ]-
30 αι αὐτ[οὺς κα]ὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπ[ὸ 𐅅 δραχ]μῶν
κοσμι[ότητ]ος ἕνεκα καὶ εὐταξίας· ἐπαινέσαι δὲ καὶ τὸν σω[φρο]-
νιστὴν Ἄδειστον Ἀντιμάχου Ἀθμονέα καὶ στεφανῶσαι χρυ[σῶι]
στεφάνωι ἀπὸ 𐅅 δραχμῶν, ὅτι καλῶς καὶ φιλοτίμως ἐπεμελή[θη]
τῶν ἐφήβων τῆς Κεκροπίδος φυλῆς. ἀναγράψαι δὲ τόδε τὸ ψή[φι]-
35 σμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τοῦ Κέκροπος ἱερ[ῶι].
Ἡγέμαχος Χαιρήμονος Περιθοίδης εἶπεν· ἐπειδὴ οἱ ἔφηβο[ι οἱ]
τῆς Κεκροπίδος ταχθέντες Ἐλευσῖνι καλῶς καὶ φιλοτίμω[ς ἐπ]-
ιμελοῦνται ὧν αὐτοῖς ἡ βουλὴ καὶ ὁ δῆμος προστάττει κα[ὶ εὐτ]-
άκτους αὑτοὺς παρέχουσιν, ἐπαινέσαι αὐτοὺς κοσμιότη[τος]
40 ἕνεκα καὶ εὐταξίας καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἕ[καστον]
αὐτῶν· ἐπαινέσαι δὲ καὶ τὸν σωφρονιστὴν αὐτῶν Ἄδειστ[ον Ἀντι]-
μάχου Ἀθμονέα καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἐπε[ιδὰν τὰ]-
ς εὐθύνας δῶι· ἐπιγράψαι δὲ τόδε τὸ ψήφισμα ἐπὶ τὸ ἀ[νάθημα]
ὃ ἀνατιθέασιν οἱ ἔφηβοι οἱ τῆς Κεκροπίδος.  vacat
45 Πρωτίας εἶπεν· ἐψηφίσθαι τοῖς δημόταις, ἐπειδὴ καλ[ῶς καὶ φι]-
λοτίμως ἐπιμελοῦνται τῆς φυλακῆς Ἐλευσῖνος ο[ἱ] τῆ[ς Κεκροπί]-
[δ]ο[ς ἔφηβ]οι καὶ ὁ σωφρονιστὴς αὐτῶν Ἄδειστος [Ἀν]τι[μ][χου Ἀθμο]-
[νεύς, ἐπαι]νέσα[ι] αὐτοὺς καὶ στεφανῶσαι ἕκαστον αὐτῶ[ν θαλλοῦ]
[στεφάνωι]. ἀναγ[ρ]άψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἀνάθημα, [ὃ ἀνα]-
50 [τι]θέασιν οἱ ἔφηβοι οἱ τῆς Κεκροπίδος οἱ ἐπὶ Κτησικλέ[ους]
[ἄ]ρχοντος.  vacat
Εὐφρόνιος εἶπεν· ἐψηφίσθαι τοῖς δημόταις, ἐπειδὴ οἱ ἔ[φηβοι]
οἱ ἐπὶ Κτησικλέος ἄρχοντος ἐνγραφέντες εὐτακτοῦσιν [καὶ]
ποιοῦσιν πάντα ὅσα οἱ νόμοι αὐτοῖς προστάττουσιν, καὶ ὁ [σω]-
55 φρονιστὴς ὁ ὑπὸ τοῦ δήμου χειροτονηθεὶς ἀποφαίνει αὐτο[ὺς]
πειθαρ̣χο͂ντας καὶ τἄλλα πάντα ποιοῦντας φιλοτίμως, ἐπ[αι]-
νέσαι αὐτοὺς καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ 𐅅 δρα[χμ]-
ῶν κοσμιότητος εἵνεκα καὶ εὐταξίας· ἐπαινέσαι δὲ καὶ τὸ[ν]
σωφρονιστὴν αὐτῶν Ἄδειστον Ἀντιμάχου Ἀθμονέα καὶ στεφ-
60 ανῶσ<αι χρυσῶι στεφάνωι ἀπὸ> 𐅅 δραχμῶν, ὅτι καλῶς καὶ φιλοτίμως ἐπε-
μελήθη τῶν τε δημοτῶν <καὶ τῶν> ἄλλων ἁπάντων τῶν τῆς Κεκροπίδος
φυλῆς. ἐπιγράψαι δὲ τόδε τὸ ψήφισμα ἐπὶ τὸ ἀνάθημα, ὃ ἀνατι-
θέασιν οἱ ἔφηβοι τῆς Κεκροπίδος καὶ ὁ σωφρονιστής.  vacat
                  vacat 0.04
64 ἡ φυλή. ἡ βουλή. Ἐλευσινίοι. Ἀθμονῆς.
                  vacat 0.34
Search Help
Contact Us