Decree of Nakone concerning the reconciliation of rival factions. Bronze tablet with triangular pediment.
[ ] Sikelia — Nakone — 254-241 BC? — SEG 30.1119; cf. 32.914; 34.934; 40.785; 51.1185; 53.992 — IGDS 206 — ASNP 6,1 (2001) 5-6 (add. readings)
1     ἐπὶ Λευκίου τοῦ Καισίου καὶ Φιλωνίδα Φιλ̣[— — —],
    Ἀδωνίου τετάρται ἱσταμένου. ἔδοξε
    τᾶι ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι· ἐπειδὴ τᾶς
τύχας καλῶς προαγημένας διώρθωται τὰ κοιν̣ὰ̣
5 τῶν Νακωναίων̣, συμφέρει δὲ καὶ ἐς τὸν λοιπὸν χρόνον ὁμον[ο]-
οῦντας πολιτεύεσθαι, πρέσβεις τε Ἐγεσταίων παργεναθέν-
τες Ἀπέλλιχος Ἀλ̣είδα, Ἀττικὸς Πίστωνος, Διονύσιος Δεκ[ί]-
ου ὑπὲρ τῶν κοινᾶι συμφερόντ̣ω‵ν π′ᾶσι τοῖς πολίταις συνεβο[ύ]-
λευσαν, δεδόχθαι τοῦ Ἀδωνίου τᾶι τετάρται ἱσταμένου ἁλ̣ίαν̣
10 τῶμ πολιτᾶν̣ συναγαγεῖν, καὶ ὅσσοις ἁ διαφορὰ τῶμ πολιτᾶν̣
γέγονε ὑπὲρ τῶν κοινῶν ἀγωνιζομένοις ἀνακληθέντας ἐς
τὰν ἁλίαν διάλυσιν ποιήσασθαι αὐτοὺς ποτ’ αὐτοὺς προγρα-
φέντας ἑκατέρων τριάκοντα. οἱ δὲ ‵ὑ̣π′ενάντιοι γεγονότες ἐν
τοῖς ἔμπροσθεν χρόνοις ἑκάτεροι ἑκατέρων προγραψάντω. οἱ δὲ
15 ἄρχοντες τὰ ὀνόματα κλαρογραφήσαντες χωρ̣ὶς ἑκατέ-
ρων ἐμβαλόντες ἐς ὑδρίας δυόω κλαρώντων ἕνα ἐξ ἑκα-
τέρων, καὶ ἐκ τῶν λοι[π]ῶν πολιτᾶν ποτικλαρώντω τρεῖς
πὸτ τοὺς δύο ἔξω τᾶν ἀγχιστει̣ᾶν {²⁷ἀγχιστε[ι]ᾶν}²⁷ ἇν ὁ νόμος ἐκ τῶν δ̣ικασ-
τηρίων μεθίστασθαι κέλεται. καὶ ἐς τὸν αὐτῶντα οἱ συν-
20 λαχόντες ἀδελφοὶ αἱρετοὶ ὁμονοοῦντες ἀλ‵λ̣′ά<λ>οις με-
τὰ πάσας δικαιότατος καὶ φιλίας. ἐπεὶ δέ κα οἱ
ἑξήκο<ν>τα πάντες κλᾶροι <ἀ>ερθέωντι καὶ οἱ ποτὶ
τούτους συλλαχόντες, τοὺς λοιποὺς πολίτας
πάντας κατὰ πέντε συγκλαρώντω, μὴ συγκλα-
25 ρ̣ῶντες τὰς ἀγχιστείας καθὰ γ̣έγραπται, καὶ ἐς
τὸν αὐτῶντα ἀδελφοὶ καὶ οὗτοι καθὰ [κ]αὶ τοῖς ἔμπροσ-
θεν αὐτοῖστα συνλελογχότες. οἱ δὲ ἱερομνάμονες τᾶι θ̣υ̣σ[ί]αι
θυόντω αἶ̣γα λευκάν, καὶ τὰ ποτὶ τὰν θ̣υσίαν ὅσων χρεία ἐστὶ
ὁ ταμίας παρεχέτω. ὁμοίως δὲ καὶ αἱ κατὰ πόδας ἀρχαὶ
30 πᾶσαι θυόντω καθ’ ἕ̣καστον ἐνιαυτὸν ταύται τᾶι ἁμέραι τοῖ[ς]
γενετόρεσσι καὶ τᾶι Ὁμονοί̣αι ἱερεῖον ἑκατέροις ὅ κα δοκιμάζων-
τι, καὶ οἱ πολῖται πάντες ἑορταζόντω παρ’ ἀλλάλοις
κατὰ τὰ‵ς ἀ̣′δελφοθετίας. τὸ δὲ ἁλίασμα τόδε κολαψάμε-
νοι οἱ ἄρχοντ<ε>ς ἐς χάλκωμα ἐς τὸ πρόναον τοῦ Διὸς τοῦ Ὀλυμπίο̣[υ]
35 ἀναθ̣έντω.
Search Help
Contact Us