Decree of Entella commemorating symmachia with the Geloans.  Bronze tablet with triangular pediment.
[ ] Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1118; cf. 32.914; 40.785; 51.1185; 53.992 — IGDS 205
1             ἐπὶ ἱερομνάμονος
             Λευκίου τοῦ Πακκίου,
       Εὐμενιδείου ἕκται ἐφ’ ἱκάδα.
ἔδοξε τᾶι ἁλίαι καθὰ καὶ τᾶι βου-
5 λᾶι· ἐπειδὴ οἱ Γελῶιοι ὅκα τε τὸ
πρότερον τὰν πόλιν ταύταν ὠι-
κέομες πολέμου κατασταθέν-
τος ποτὶ Καρχαδονίους ἐβοαθό-
ησαν τᾶι πόλει τᾶι ἁμᾶι ἱππέεσ-
10 σι καὶ πεζοῖς ἐνόρκιοί τε ἐγένον-
το καὶ συνεβάλοντο συμμαχίαν,
ὁμοίως δὲ καὶ νῦν ἐξ οὗ τὰμ πό-
λιν οἰκέομες ἐς τὸ ἐμφανὲς ποι-
οῦντι ὅτι μέμνανται τᾶς φιλίας
15 καὶ εὐνοίας τᾶς ποτὶ ἁμέ, δεδό-
χθαι ἀναθέμειν εἰς χάλκωμα
γράψαντας εἰς τὸ ἱερὸν τᾶς Ἱστί-
ας τὰν εὔνοιαν καὶ συμμαχί-
αν τὰν ὑπάρχουσαν ἁμῖν ποτὶ
20 τοὺς Γελώιους καὶ κατακαλεῖ-
σθαι αὐτοὺς εἰς τοὺς ἀγῶνας καὶ
συνθύειν αὐτοῖς, ὅπως εἰς τὸ ἐμ-
φανὲς ποιῶμες τοῖς ἐπιγινομέ-
νοις ὅτι μνάμαν ἔχομες τῶν τᾶι
25 πόλει τᾶι ἁμᾶι τὰς χρείας παρ-
ισχημένων.
                     Γελώιων.
Search Help
Contact Us