Decree of Entella commemorating symmachia with the people of Herbita. Bronze tablet with triangular pediment.
[ ] Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1117; cf. 32.914; 40.785; 51.1185; 53.992 — IGDS 204 — ASNP 6,1 (2001) 5 (add. reading)
1               ἐπὶ ἱερομνάμονος
                Λευκίου τοῦ Πακκίου,
              Εὐμενιδείου ἕκται ἐφ’ ἱκάδα.
ἔδοξε τᾶι ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι·
5   ἐπειδὴ οἱ Ἑρβιταῖοι ὅκα τὸ πρότερον τὰμ
  πόλιν ταύταν ὠικέομες πολέμου κα-
  τασταθέντος ποτὶ Καρχαδονίους ἐ-
  β̣οαθόησαν τᾶι πόλει τᾶι ἁμᾶι ἐνόρ-
  κιοί τε ἐγένοντο, ὁμοίως δὲ καὶ νῦν ἐξ οὗ
10   τὰν πόλιν οἰκέομες ἐς τὸ ἐμφανὲς
  ποιοῦντι ὅτι μέμναν%⁸¹ται τᾶς
φιλίας καὶ εὐνοίας τᾶς ποτὶ ἁμέ,
  δεδόχθαι ἀναθέμειν εἰς χάλκωμα
  γράψαντας εἰς τὸ ἱερὸν τᾶς Ἱστίας
15   τὰν εὔνοιαν καὶ συμμαχίαν τὰν ὑ-
  πάρχουσαν ἁμῖν ποτὶ τοὺς Ἑρβιταί-
  ους καὶ κατακαλεῖσθαι αὐτοὺς εἰς
  τοὺς ἀγῶνας καὶ συνθύειν αὐτοῖς,
  ὅπως εἰς τὸ ἐμφανὲς ποιῶμες τοῖς ἐ-
20   πιγινομένοις ὅτι μνάμαν ἔχομες
  τῶν τᾶι πόλει τᾶι ἁμᾶι τὰς χρείας
  παρισχημένων.
                 Ἑρβιταίων.
Search Help
Contact Us