Decree of Entella commemorating symmachia with the people of Herbita. Bronze tablet with triangular pediment.
[ ]
Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1117; cf. 32.914; 40.785; 51.1185; 53.992 — IGDS 204 — ASNP 6,1 (2001) 5 (add. reading)
1 | ἐπὶ ἱερομνάμονος |
Λευκίου τοῦ Πακκίου, | |
Εὐμενιδείου ἕκται ἐφ’ ἱκάδα. | |
ἔδοξε τᾶι ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι· | |
5 | ἐπειδὴ οἱ Ἑρβιταῖοι ὅκα τὸ πρότερον τὰμ |
πόλιν ταύταν ὠικέομες πολέμου κα- | |
τασταθέντος ποτὶ Καρχαδονίους ἐ- | |
β̣οαθόησαν τᾶι πόλει τᾶι ἁμᾶι ἐνόρ- | |
κιοί τε ἐγένοντο, ὁμοίως δὲ καὶ νῦν ἐξ οὗ | |
10 | τὰν πόλιν οἰκέομες ἐς τὸ ἐμφανὲς |
ποιοῦντι ὅτι μέμναν%⁸¹ται τᾶς | |
φιλίας καὶ εὐνοίας τᾶς ποτὶ ἁμέ, | |
δεδόχθαι ἀναθέμειν εἰς χάλκωμα | |
γράψαντας εἰς τὸ ἱερὸν τᾶς Ἱστίας | |
15 | τὰν εὔνοιαν καὶ συμμαχίαν τὰν ὑ- |
πάρχουσαν ἁμῖν ποτὶ τοὺς Ἑρβιταί- | |
ους καὶ κατακαλεῖσθαι αὐτοὺς εἰς | |
τοὺς ἀγῶνας καὶ συνθύειν αὐτοῖς, | |
ὅπως εἰς τὸ ἐμφανὲς ποιῶμες τοῖς ἐ- | |
20 | πιγινομένοις ὅτι μνάμαν ἔχομες |
τῶν τᾶι πόλει τᾶι ἁμᾶι τὰς χρείας | |
παρισχημένων. | |
Ἑρβιταίων. |