Decree of Entella honoring the people of Assoros. Bronze tablet with triangular pediment.
[ ]
Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1122; cf. 32.914; 51.1185; 53.992 — IGDS 209 — ASNP 6,1 (2001) 4 (add. readings)
1 | ἐπὶ ἱερομνάμονος |
Λευκίου τοῦ Πακκίου, | |
Εὐμενιδείου ἕκται ἐφ’ ἱκάδα. | |
ἔ[δοξ]ε̣ τᾶ̣ι̣ ἁλίαι καθὰ καὶ τᾶι βουλᾶι· | |
5 | ἐ[πε]ι̣δὴ̣ ἔν τε τοῖς ἔμπροσθεν χρό- |
νο[ι]ς̣ ὑπάρ<χ>ει {⁴ΥΠΑΡΓΗΚ̣ΕΙ}⁴ ἁμῖν ἰσοπολιτεία | |
ποτὶ τοὺς Ἀσσωρίνους, ὁμοίως δὲ | |
καὶ νῦν τὰμ πόλιν ἁμῶν συνοικι- | |
ζόντων χρείας παρέχονται κατὰ | |
10 | δ̣ύναμιν, δεδόχθαι ὑπάρχειν πο- |
τὶ τοὺς Ἀσσωρίνους τῶι δάμωι τῶν | |
Ἐντελλίνων τάν τε ἰσοπολιτεί- | |
αν τὰν ἐξ ἀρχᾶς ὑπάρχουσαν | |
κ̣αὶ φιλίαν καὶ εὔνοι<α>ν, καὶ κατα- | |
15 | κ̣αλεῖσθαι αὐτοὺς εἰς τοὺς ἀγῶ- |
νας· τὸ δὲ ἁλίασμα τοῦτο οἱ ἄρχον- | |
τες γράψαντες εἰς χάλκωμα | |
ἀναθέντω εἰς τὸ ἱερὸν τᾶς Ἱστίας, | |
ὅπως ὑπόμναμα γίνηται τοῖς | |
20 | ἐπιγινομένοις τᾶς ὑπαρχούσας |
εὐνοίας καὶ ἰσοπολιτείας ποτὶ | |
τοὺς Ἀσσωρίνους. | |
Ἀσσωρίνων. |