Decree of Entella honoring the people of Segesta. Bronze tablet with triangular pediment.
[ ]
Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 35.999; cf. 40.785; 51.1185; 53.992 — IGDS 212 — ASNP 6,1 (2001) 4 (add. reading)
1 | ἐπὶ ἀρχόντ- |
ων Ἀρτεμιδώ- | |
ρου Εἰέλου καὶ Γνα- | |
[ί]ου Ὀππίου, | |
5 | Πανάμου νεμηνίαι. |
ἐπειδὴ διὰ τέλους ἁμῖν οἱ Ἐ- | |
γεσταῖοι εὔνοοί ἐντι καὶ ἇς ἐν | |
τᾶι ἰδίαι ἦμες καὶ ἐπεὶ ἐξε- | |
πίπτομες ἐκ τᾶς ἰδίας, ἁλόν- | |
10 | των ἁμῖν τῶμ πολιτᾶν |
πολλῶν καὶ ἀνδρῶν καὶ γυναι- | |
κῶν ἐβοαθόησαν αὐτοῖς καθὰ | |
ἐδύναντο ὅπως σωθέωντι ἐς | |
τὰν ἰδίαν συντόμως, ἔδοξε | |
15 | τᾶι βουλᾶι καὶ τᾶι ἁλίαι εἴμειν |
αὐτοῖς εὔνοιαν καὶ ἰσοπολιτεί- | |
αν ποτὶ τὸν δᾶμον τῶν Ἐν- | |
τελλίνων κατὰ παντὸς | |
χρόνου. οἱ δὲ ἄρχοντες τὸ ἁλί- | |
20 | ασμα τοῦτο ἐς χάλκωμα γρά- |
ψαντες ἀναθέντω ἐς τὸ βου- | |
λευτήριον. |