Decree of Entella honoring cities and individuals. Bronze tablet with triangular pediment.
[ ]
Sikelia — Entella (Rocca di Entella) — 254-241 BC? — SEG 30.1121; cf. 32.914; 40.785; 45.1341; 47.1418/19; 51.1185; 53.992 — IGDS 208 — ASNP 6,1 (2001) 3-4 (add. readings)
See also:
| 1 | ἐπὶ ἀρχόντων |
| Ἀρτεμιδώρου | |
| Εἰέλου καὶ Γναίου | |
| Ὀππίου, Πανάμου | |
| 5 | νεμηνίαι. |
| ἐπειδή τινες τᾶμ πολίων ἐς τὸν συνοικισμὸν | |
| τᾶς πόλιος σίτωι ἐβοαθ̣όησαν, οἱ μὲγ καὶ ἔδωκαν | |
| δωρεὰν τᾶι πόλι, οἱ δὲ καὶ ἐμέτρησαν, καὶ ἔδει- | |
| ξαμ μεγάλαν εὔνοιαν εἰς τὸν δᾶμον τῶν Ἐν- | |
| 10 | τελλίνων καὶ ἀντὶ ἐνδείας σίτου εὐετηρίαν ἐπό- |
| ησαν, ἔδοξε τᾶι βουλᾶι, ὅσσαι ἐβοαθόησαν τᾶμ πολί- | |
| ων σίτωι ἢ χρήματι ἢ ἄλλωι τινὶ ἐς τὸν συνοικισμὸν | |
| τᾶς πόλιος, εἴμειν αὐτοῖς εὔν[ο]ιαγ καὶ ἰσοπολιτείαμ πο- | |
| τὶ τὸν δᾶμον τῶν Ἐντελλίνων κατὰ παντὸς χρόνου καὶ | |
| 15 | κατακαλεῖσθαι ἐς τ[ο]ὺς ἀγῶνας καὶ τὰμ προεδρίαν, καὶ ἰδι- |
| ώτας δὲ τοὺς ἐσβ̣ο̣αθ̣ο̣ήσαντας τᾶι πόλι σίτωι ἐς τὸν συν- | |
| οικισμὸ̣ν εἴμειν αὐτοὺς προξένους τᾶς πόλιος τῶν Ἐντελ- | |
| λίνων καὶ αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν. ἔδοξε καὶ τᾶι ἁλί- | |
| αι. Πετρίνων τὸ κοινὸν ἐμέτρησε σπυρῶν {⁸250}⁸ μεδίμνους. | |
| 20 | Κυτατταρινί[ω]ν τὸ κοινὸν ἔδωκε δωρεὰν σπυρῶν {⁸60 med.}⁸, κρι- |
| θᾶν {⁸150? med.}⁸, τᾶμ Σχερίνων ἔδωκε δωρεὰν τὸ κοινὸν σπυρῶν | |
| {⁸30 med.}⁸, κριθᾶν {⁸30 med.}⁸. Μακελλίνων τὸ κοινὸν ἐμέτρησε σπυ- | |
| ρῶν {⁸100?}⁸ μεδίμνους. ἰδιῶται δὲ Πετρῖνοι οἱ μετρήσαντες | |
| ο̣ἵδε· Θεόδωρος Πράτωνος Σάννειος σπυρῶν {⁸150 med.}⁸. | |
| 25 | Αἰσχύλις Πράτωνος Σάννειος σπυρῶν {⁸120 med.}⁸. Ἡρά- |
| κλειος Ἡρακλείδα σπυρῶν {⁸100 med.}⁸. Ἀρίμναστος Σίμου {⁸50 med.}⁸. | |
| Σώσανδρος Ἀρίστωνος σπυρῶν {⁸50 med.}⁸. Μίνατος Κόρουιος | |
| Μαμερτῖνος κριθᾶν {⁸30 med.}⁸. τὸ δὲ ἁλίασμα τοῦτο οἱ ἄρ- | |
| χοντες γράψαντες ἐς χάλκωμα ἀναθέντω ἐς τὸ | |
| 30 | βουλευτήριον. |