1
|
[δόγμα συναρχ]ιᾶν, κ̣α̣θὼς καὶ οἱ γέ̣ρ̣ον̣τ̣ες ἐπέκρειναν· ἐπεὶ προσή̣ν̣γ̣ε̣λται πρᾶγμα ἀβούλητον
|
|
[γεγονὸς τᾷ] π̣όλι τᾷ Λακεδαίμ̣ο̣νι τετελευτακὼς Τίτος Στατείλιος Λαμπρίας, ἐν
|
|
[νεότατι ἁ]μᾶς [λι]π̣ών, υἱὸς Τειμοκράτους καὶ Τειμοσθενίδος, εἰς ὃν ἁ τᾶς Ἑλλάδος
|
|
εὐγένεια ἐν τοῖς μάλιστα συνδεδραμήκει· ἀπὸ μέν γε Ἀθηνῶν τὸ ἐνδοξότατον Κη-
|
5
|
ρύκων γένος, ἀφ’ οὗ δᾳδουχοῦσιν οἱ εὐγενέστατοι, εἰς τὸν θεῖον αὐτοῦ παραγέγονεν
|
|
καὶ δι’ ἐκείνου καὶ τῶν ἄλλων συγγενῶν εἰς τοῦτον· ἀπὸ δὲ Ἐπιδαύρου τὸ Εἰναχιδῶν· ἀπὸ δὲ
|
|
Ἄργους τὸ Περσέως καὶ Φορωνέως· ἀπό γε μὰν τᾶς Λακεδαίμονος παλαιοὶ μὲν αὐτοῦ πρόγονοι
|
|
Ἡρακλῆς καὶ Λύσανδρος. οὐ πρὸ πολλῶν δὲ χρόνων ἐκέρασε <— — —> τᾶι πολυτεκνίαι τοὺς πρώτους
|
|
τᾶς πόλιος οἴκους εἰς τὸ αὐτὸ συνυφήνας. ὧν ἁπάντων ἐναργέστατος ἦν βεβαιωτὰς
|
10
|
αὐτός, κάλλει τε σώματος καὶ ταῖς τᾶς ψυχᾶς ἀρεταῖς ὑπερβάλλων τὸ τᾶς ἁλικίας μέτρον.
|
|
ὀκτωκαιδεκάτῳ γοῦν ἔτει κοινὸν τᾶι πόλει καταλιπὼν ἐπ’ αὐτῷ πένθος ἐν παιδείαι καὶ σωφρο-
|
|
σύναι καὶ δεξιότατι καὶ συνέσει καὶ τᾶι πρὸς γονεῖς εὐσεβείαι τέλεια δείγματα τᾶς ἐν ἅπασιν ὑπερβο-
|
|
λᾶς παρέσχετο. δι’ ἃ καὶ δυσπαραμύθητον μὲν συμβαίνει τὸ ἐπ’ αὐτῶι πένθος τοῖς προσήκ[ου]-
|
|
σιν. εἰ δέ τις ἄνυσις γείνοιτο παραμυθίας, οὐκ ἂν παραμύθ̣ιν̣ εὐλογώτερον ἢ παρ’ ἁμῶν ὑπάρχοι τῶν κοινὰν
|
15
|
ἁγημένων τὰν συμφοράν, συνπ̣α̣θ̣ούντων αἰωνίω̣ι̣ π̣ένθ̣ι τειμώντω[ν κ]αὶ τοὺς προσήκοντας τοῦ με-
|
|
ταλλοχότος, οὐχ ὡς ἰδίους, ἀλλ’ ὄν[τ]α[ς] τινὰς ἀναγκαίους. δι’ ἃ καὶ πάντα ἔδοξε τῶι δάμωι· κατὰ πρόσωπον
|
|
μὲν παραμυθήσασθαι τάν τε ἀδελφὰν τοῦ τετελευτακότος Πασιχάρειαν καὶ τὸν θεῖον αὐτοῦ Ἀριστοκράτη
|
|
καὶ τὸν Πασιχαρείας ἄνδρα Πρατόλαον, δι’ οὓς ἁμεῖν διπλασίων ἁ ἐπὶ τῶι πάθει γεγένηται λύπα,
|
|
φέρειν τὸ συμβεβακὸς ἀνθρωπίνως, διὰ δὲ τοῦ ψαφίσματος <τὸν πάππον καὶ> τοὺς γονεῖς αὐτοῦ Λαμπρίαν καὶ Τει-
|
20
|
μοκράτη καὶ Τειμοσθενίδα, μὴ περαιτέρω τᾶς ἀνθρωπίνας φύσεως καὶ ἀνάγκας ὑπερπαθεῖν, τὰς δὲ
|
|
κοινὰς ἁπάντων τύχας κοιναῖς μετρεῖν λύπαις. v στεφανῶσαι δὲ τὸν μεταλλαχότα χρυσῶι
|