[ ] Epidauria — Epidauros: Asklepieion — 1st c. AD — IG IV²,1 86, ll. 7-27
See also:
1 [δόγμα συναρχ]ιᾶν, κ̣α̣θὼς καὶ οἱ γέ̣ρ̣ον̣τ̣ες ἐπέκρειναν· ἐπεὶ προσή̣ν̣γ̣ε̣λται πρᾶγμα ἀβούλητον
[γεγονὸς τᾷ] π̣όλι τᾷ Λακεδαίμ̣ο̣νι τετελευτακὼς Τίτος Στατείλιος Λαμπρίας, ἐν
[νεότατι ἁ]μᾶς [λι]π̣ών, υἱὸς Τειμοκράτους καὶ Τειμοσθενίδος, εἰς ὃν ἁ τᾶς Ἑλλάδος
εὐγένεια ἐν τοῖς μάλιστα συνδεδραμήκει· ἀπὸ μέν γε Ἀθηνῶν τὸ ἐνδοξότατον Κη-
5 ρύκων γένος, ἀφ’ οὗ δᾳδουχοῦσιν οἱ εὐγενέστατοι, εἰς τὸν θεῖον αὐτοῦ παραγέγονεν
καὶ δι’ ἐκείνου καὶ τῶν ἄλλων συγγενῶν εἰς τοῦτον· ἀπὸ δὲ Ἐπιδαύρου τὸ Εἰναχιδῶν· ἀπὸ δὲ
Ἄργους τὸ Περσέως καὶ Φορωνέως· ἀπό γε μὰν τᾶς Λακεδαίμονος παλαιοὶ μὲν αὐτοῦ πρόγονοι
Ἡρακλῆς καὶ Λύσανδρος. οὐ πρὸ πολλῶν δὲ χρόνων ἐκέρασε <— — —> τᾶι πολυτεκνίαι τοὺς πρώτους
τᾶς πόλιος οἴκους εἰς τὸ αὐτὸ συνυφήνας. ὧν ἁπάντων ἐναργέστατος ἦν βεβαιωτὰς
10 αὐτός, κάλλει τε σώματος καὶ ταῖς τᾶς ψυχᾶς ἀρεταῖς ὑπερβάλλων τὸ τᾶς ἁλικίας μέτρον.
ὀκτωκαιδεκάτῳ γοῦν ἔτει κοινὸν τᾶι πόλει καταλιπὼν ἐπ’ αὐτῷ πένθος ἐν παιδείαι καὶ σωφρο-
σύναι καὶ δεξιότατι καὶ συνέσει καὶ τᾶι πρὸς γονεῖς εὐσεβείαι τέλεια δείγματα τᾶς ἐν ἅπασιν ὑπερβο-
λᾶς παρέσχετο. δι’ ἃ καὶ δυσπαραμύθητον μὲν συμβαίνει τὸ ἐπ’ αὐτῶι πένθος τοῖς προσήκ[ου]-
σιν. εἰ δέ τις ἄνυσις γείνοιτο παραμυθίας, οὐκ ἂν παραμύθ̣ιν̣ εὐλογώτερον ἢ παρ’ ἁμῶν ὑπάρχοι τῶν κοινὰν
15 ἁγημένων τὰν συμφοράν, συνπ̣α̣θ̣ούντων αἰωνίω̣ι̣ π̣ένθ̣ι τειμώντω[ν κ]αὶ τοὺς προσήκοντας τοῦ με-
ταλλοχότος, οὐχ ὡς ἰδίους, ἀλλ’ ὄν[τ]α[ς] τινὰς ἀναγκαίους. δι’ ἃ καὶ πάντα ἔδοξε τῶι δάμωι· κατὰ πρόσωπον
μὲν παραμυθήσασθαι τάν τε ἀδελφὰν τοῦ τετελευτακότος Πασιχάρειαν καὶ τὸν θεῖον αὐτοῦ Ἀριστοκράτη
καὶ τὸν Πασιχαρείας ἄνδρα Πρατόλαον, δι’ οὓς ἁμεῖν διπλασίων ἁ ἐπὶ τῶι πάθει γεγένηται λύπα,
φέρειν τὸ συμβεβακὸς ἀνθρωπίνως, διὰ δὲ τοῦ ψαφίσματος <τὸν πάππον καὶ> τοὺς γονεῖς αὐτοῦ Λαμπρίαν καὶ Τει-
20 μοκράτη καὶ Τειμοσθενίδα, μὴ περαιτέρω τᾶς ἀνθρωπίνας φύσεως καὶ ἀνάγκας ὑπερπαθεῖν, τὰς δὲ
κοινὰς ἁπάντων τύχας κοιναῖς μετρεῖν λύπαις. v στεφανῶσαι δὲ τὸν μεταλλαχότα χρυσῶι
Search Help
Contact Us