[ ]
Att. — non-stoich. — 106/5 — IG II² 1136 Add. (pt. 1.2 p. 672)
[Δελφῶν οἱ ἄρχοντες καὶ ἁ πόλις Ἀθηναίων τᾶι] | |
[βουλᾶι καὶ τῶι δάμωι χαιρειν. vv τοῦ γεγονότος] | |
[ὑφ’ ἁμῶν δόγματος Χρύσιδι Νικήτου θυγατρί, τᾶι] | |
[ὑμετέραι πολίτιδι, ὑπογεγράφαμες τῶι δεῖνι τοῦ δεῖνος] | |
1 | [․․c.7․․ Ἀθ]ηναίωι τῶ[ι προ]ξένωι τ[ὸ ἀντίγραφον] |
[ὅπω]ς εἰδῆτε· vv ἔρρωσθε. vv ἐπειδὴ τοῦ δά[μου] | |
τοῦ Ἀθηναίων ἀγαγόντος τὰν Πυθαΐδα τ[ῶι] | |
[Ἀ]πόλλωνι τῶι Πυθίωι μεγαλομερῶς καὶ ἀ[ξί]- | |
5 | [ως] τοῦ τε θεοῦ καὶ τᾶς αὐτοσαυτοῦ ἀρετᾶ[ς] |
[π]αρεγενήθη μετὰ τᾶς Πυθαΐδος καὶ ἁ τᾶς Ἀ- | |
θάνας ἱέρεια Χρυσὶς Νικήτου θυγάτηρ καὶ τά[ν] | |
τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσατο | |
καλὰν καὶ εὐσχήμονα καὶ ἀξίαν τοῦ τε δά- | |
10 | μου τοῦ Ἀθηναίων καὶ τᾶς ἁμετέρας πόλιος· |
ἀγαθᾷ τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δελ- | |
φῶν, v ἐπαινέσαι Χρυσίδα Νικήτου Ἀθηναίου | |
θυγατέρα καὶ στεφανῶσαι αὐτὰν τῶι τοῦ | |
θεοῦ στεφάνωι ὧι πάτριόν ἐστιν Δελφοῖς· [δε]- | |
15 | δόσθαι δὲ αὐτᾶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλ[ιος] |
προξενίαν προμαντείαν προδικίαν ἀσυλίαν | |
ἀτέλειαν προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς | |
[ἁ] πόλις τίθητι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ | |
τἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ- | |
20 | νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· vv ἄρχο[ν]- |
τος Ξενοκράτης τοῦ Ἀγησιλάου, βουλευόντων | |
τὰν δευτέραν ἑξάμηνον Τιμολέωνος τοῦ Ἐμμ[ε]- | |
νίδα, Νικοδάμου τοῦ Στράτωνος, v γραμματε[ύ]- | |
οντος δὲ βουλᾶς Ἄρχωνος τοῦ Καλλικράτε- | |
25 | ος. |
Δελφ〚Δελφ〛ῶν {²⁶Δελφῶν}²⁶ ἁ πόλις | |
26a | in corona: |
27 | Χρυ- |
σίδα | |
Νικήτου | |
30 | Ἀθηναί- |
ου θυγα- | |
τέρα. |