[ ]
Att. — non-stoich. — 106/5 — IG II² 1136 Add. (pt. 1.2 p. 672)
| [Δελφῶν οἱ ἄρχοντες καὶ ἁ πόλις Ἀθηναίων τᾶι] | |
| [βουλᾶι καὶ τῶι δάμωι χαιρειν. vv τοῦ γεγονότος] | |
| [ὑφ’ ἁμῶν δόγματος Χρύσιδι Νικήτου θυγατρί, τᾶι] | |
| [ὑμετέραι πολίτιδι, ὑπογεγράφαμες τῶι δεῖνι τοῦ δεῖνος] | |
| 1 | [․․c.7․․ Ἀθ]ηναίωι τῶ[ι προ]ξένωι τ[ὸ ἀντίγραφον] |
| [ὅπω]ς εἰδῆτε· vv ἔρρωσθε. vv ἐπειδὴ τοῦ δά[μου] | |
| τοῦ Ἀθηναίων ἀγαγόντος τὰν Πυθαΐδα τ[ῶι] | |
| [Ἀ]πόλλωνι τῶι Πυθίωι μεγαλομερῶς καὶ ἀ[ξί]- | |
| 5 | [ως] τοῦ τε θεοῦ καὶ τᾶς αὐτοσαυτοῦ ἀρετᾶ[ς] |
| [π]αρεγενήθη μετὰ τᾶς Πυθαΐδος καὶ ἁ τᾶς Ἀ- | |
| θάνας ἱέρεια Χρυσὶς Νικήτου θυγάτηρ καὶ τά[ν] | |
| τε ἐπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσατο | |
| καλὰν καὶ εὐσχήμονα καὶ ἀξίαν τοῦ τε δά- | |
| 10 | μου τοῦ Ἀθηναίων καὶ τᾶς ἁμετέρας πόλιος· |
| ἀγαθᾷ τύχαι δεδόχθαι τᾶι πόλει τῶν Δελ- | |
| φῶν, v ἐπαινέσαι Χρυσίδα Νικήτου Ἀθηναίου | |
| θυγατέρα καὶ στεφανῶσαι αὐτὰν τῶι τοῦ | |
| θεοῦ στεφάνωι ὧι πάτριόν ἐστιν Δελφοῖς· [δε]- | |
| 15 | δόσθαι δὲ αὐτᾶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλ[ιος] |
| προξενίαν προμαντείαν προδικίαν ἀσυλίαν | |
| ἀτέλειαν προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς | |
| [ἁ] πόλις τίθητι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν καὶ | |
| τἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξέ- | |
| 20 | νοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· vv ἄρχο[ν]- |
| τος Ξενοκράτης τοῦ Ἀγησιλάου, βουλευόντων | |
| τὰν δευτέραν ἑξάμηνον Τιμολέωνος τοῦ Ἐμμ[ε]- | |
| νίδα, Νικοδάμου τοῦ Στράτωνος, v γραμματε[ύ]- | |
| οντος δὲ βουλᾶς Ἄρχωνος τοῦ Καλλικράτε- | |
| 25 | ος. |
| Δελφ〚Δελφ〛ῶν {²⁶Δελφῶν}²⁶ ἁ πόλις | |
| 26a | in corona: |
| 27 | Χρυ- |
| σίδα | |
| Νικήτου | |
| 30 | Ἀθηναί- |
| ου θυγα- | |
| τέρα. |