[ ] Att. — non-stoich. — c. 117/6 — IG II² 1134 Add. (pt. 1.2 p. 671)
See also:
frg. a-b.1 [ἄρχοντος ἐν Δελφοῖς Εὐκλείδου πυλαίας μεθοπωρινῆς, ἱερομνημο]-
[νοῦντων Θετταλῶν τοῦ στρατηγοῦ Ἀμυνέου τοῦ Ὀλυμπιάδου Κιεριέως]
[καὶ τοῦ γραμματέως τοῦ συνεδρίου Ἀρχίππου τοῦ Ἀντιγένου Κιεριέως],
[παρὰ δὲ Δελφῶν Ἀμύντα τοῦ Εὐδώρου, Καλλιδάμου τοῦ Ἀμφιστράτου, πα]-
5 [ρὰ δὲ Ἀθηναίων Ἀσκληπιάδου τοῦ Ἱκεσί]ου, παρὰ δὲ [Φωκέων Τιμάρχου]
[τοῦ Ἀντιόχου, Ἡρακλείδου τοῦ Ἡρακ]λείδου Φανοτέων, v πα[ρὰ δὲ Ἀχαιῶν]
[Φθιωτῶν Σιμάδα τοῦ Ξανθίου Θηβ]αίου καὶ Ἀρχίππου τοῦ [Κλειτάρ]-
[χου Μελιταιέως, παρὰ δὲ Μαγνήτων] Φιλίππου τοῦ Ἀλεξ̣άνδρ[ου, Φίλωνος]
[τοῦ Διοσκουρίδου Δημητριέων], παρὰ δὲ Αἰνιάνων Μοσχίωνος [τοῦ]
10 [Σιττύρα, Νικοφίλου τοῦ Αἰγίδος] Ὑπαταίων, v παρὰ δὲ Μαλι[έ]ων Πυ[ρρία τοῦ]
[Σατύρου ․․c.8․․․, παρὰ δὲ Οἰταί]ων Εὐβούλου τοῦ Σαβύττα Ἡρακλε[ιώτα],
[παρὰ δὲ Δωριέων τῶν ἐγ Μητροπ]όλεως v Δίωνος τοῦ Πολυδέκτα Ἐριν[εάτου],
[παρὰ δὲ Δωριέων τῶν ἐκ Πελοποννήσ]ου v Ἐμπεδοσθένου τοῦ Ἀγ[ία] Ἀργείου, πα-
[ρὰ δὲ Μαγνήτων ἐκ Θετταλία]ς Παρμενίσκου καὶ Ἀμύντου Ὁμοιλ[ι]έω[ν].
15 [δόγμα τῶν Ἀμφικτιόνων]·
[ἐπειδὴ γεγονέναι καὶ συνειλέχ]θαι τεχνιτῶν σύνοδον παρ’ Ἀθηναίοις [συμβέ]-
[βηκε πρῶτον, ὧν ὁ δῆμος ἁπάντων τ]ῶν ἐν ἀνθρώποις ἀγαθῶν ἀρχηγὸς κατασ[ταθεὶς ἐγ μὲν τοῦ]
[θηριώδους βίου μετήγαγεν τοὺς ἀ]νθρώπους εἰς ἡμερότητα, παραίτιος δὲ [ἐγενήθη τῆς]
[πρὸς ἀλλήλους κοινωνίας εἰσ]αγαγὼν τὴν τῶν μυστηρίων παράδοσιν [καὶ διὰ τούτων]
20 [παραγγείλας τοῖς ἅπασιν ὅτ]ι μέγιστον ἀγαθόν ἐστιν ἐν ἀν[θρώποις ἡ πρὸς]
[ἑαυτοὺς χρῆσίς τε καὶ πίστις, ἔτι δὲ] τῶν δοθέντων ὑπὸ θεῶν π[ερὶ τῶν ἀνθρώπων νόμων]
[καὶ τῆς παιδείας vvv ὁμοίως δὲ καὶ] τῆς τοῦ καρποῦ παρα[δόσεως ἰδίαι μὲν ἐδέξα]-
[το τὸ δῶρον, κοινὴν δὲ τὴν ἐξ ἑαυτοῦ] εὐχρηστίαν το[ῖς Ἕλλησιν ἀπέδωκεν]
[πρῶτός τε πάντων συναγαγὼν τεχνιτῶν] σύνοδον κα[ὶ ἀγωνιστῶν θυμελι]-
25 [κοὺς καὶ σκηνικοὺς ἀγῶνας ἐποίησεν, οἷς κ]αι συμβ[αίνει μαρτυρεῖν μὲν τοὺς πλεί]-
[στους τῶν ἰδίων τῆς πόλεως ποιητῶν, αὐτὴν δὲ καὶ τὴν ἀλήθειαν ἐμφανῶς δεικνύειν]
[ὑπομιμνήσκουσαν ὅτι μητρόπολίς ἐστι τῶν δραμάτων ἅπαντων, τραγωιδίαν καὶ κωμωι]-
[δίαν εὑροῦσά τε καὶ αὐξήσασα. ἐφ’ οἷς καὶ πολλάκις ἀποδεξάμενοι οἱ Ἀμφικτίονες τὸν δῆ]-
[μον καὶ τοὺς περὶ τὸν Διόνυσον τεχνίτας τοὺς ἐν Ἀθήναις ἐν οὐδενὶ τῶν συνφερόντων]
30 [παρεωράκασι τὴν σύνοδον, μάλιστα δὲ τὰ πρὸς δόξαν καὶ τιμὴν διατετελέκασι συν]-
[χωροῦντες, τῶν καλῶν καὶ ἐνδόξων ἀξίους εἶναι ἡγούμενοι μεταλαμβάνειν τοὺς]
[Ἀθήνησιν τεχνίτας· v ὁμοίως δὲ καὶ νῦν συμβαίνει τὴν σύνοδον ἀπεσταλκέναι ψήφισ]-
[μά τε καὶ πρεσβευτάς, τόν τε ἱερέα τοῦ Διονύσου Ἀσκληπιάδην Ἱκεσίου τραγικὸν ποι]-
[ητὴν καὶ μετ’ αὐτοῦ Πολύστρατον Ἀλεξίωνος ἐπῶν ποιητὴν καὶ Θρασυμήδην Δημο]-
35 [σθένους ἐπῶν ποιητὴν παρακαλοῦντας ἀνανεώσασθαι τὰ νόμιμα καὶ πάτρια τῶν τε θεῶν]
[καὶ τὰ τῶν Ἀθήνησιν τεχνιτῶν τίμια, ἵνα ἔχωσιν ἐχουσίαν οἱ καθιστάμενοι ἱερεῖς]
[ὑπὸ τῶν ἐν Ἀθήναις τεχνιτῶν στεφανηφορεῖν τοὺς πατρίους στεφάνους ἐμ πάσηι πόλει]
[ὑπὸ μηδενὸς κωλυόμενοι, ἀνανενέωνται δὲ οἱ πρεσβευταὶ τὰ ἐκ τῶν παλαιῶν χρόνων]
[ὑπάρχοντα τοῖς τεχνίταις, καὶ παρακαλοῦσιν τοὺς Ἀμφικτύονας ἀκόλουθα πράττ]-
40 [οντας τῆι τῶν προγόνων αἱρέσει συντηρῆσαι τὰ προγεγονότα ἑαυτοῖς φιλάνθρωπα]·
[ὅπως οὖν οἱ Ἀμφικτύονες φαίνωνται τοῦ τε Διονύσου τοῦ Μελπομένου, ὁμοίως δὲ]
[καὶ τῶν ἄλλων θεῶν τῶν κατεχόντων τὴν πόλιν τὴν Ἀθηναίων καὶ τοῦ κοινοῦ τῶν]
[τεχνιτῶν τὴν μεγίστην ποιούμενοι πρόνοιαν vv δεδόχθαι τοὺς Ἀμφικτύοσιν τοὺς]
[ἱερεῖς τοὺς καθισταμένους ὑπὸ τῶν τεχνιτῶν τῶν ἐν Ἀθήναις χρυσοφορεῖν τοῖς]
45 [θεοῖς κατὰ πάσας τὰς πόλεις κατὰ τὰ πάτρια ὁμοίως δὲ καὶ στεφανηφορεῖν, καὶ μὴ]
[ἐξεῖναι κωλύειν αὐτοὺς μήτε πόλιν μήτε ἄρχοντα μήτε ἰδιώτην· ἐὰν δέ τις κωλύηι],
[τοῦτον μὲν ἀποτεῖσαι σʹ στατῆρας ἱεροὺς τῶι Ἀπόλλωνι, ἐξεῖναι δὲ καὶ δικάζεσθαι]
[ἐν Ἀμφικτύοσιν αὐτῶι τε τῶι κωλυομένωι καὶ ὑπὲρ αὐτοῦ τῶι βουλομένωι, ὅπως τούτων]
[συντελουμένων τά τε πρὸς τοὺς θεοὺς τίμια συναύξηται ὑπὸ τῶν Ἀμφικτυόνων καὶ τὰ]
50 [πρὸς τοὺς τεχνίτας διαμένηι κύρια· ἐπαινέσαι δὲ τὸ κοινὸν τῶν τεχνιτῶν τῶν ἐν]
[Ἀθήναις καὶ στεφανῶσαι δάφνηι στεφάνωι εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς]
[καὶ φιλοτιμίας τῆς πρὸς τοὺς Ἀμφικτύονας καὶ ἀνειπεῖν τὸν στέφανον Πυθίων τῶι γυμ]-
[νικῶι ἀγῶνι κατὰ τὸν νόμον τοὺς ἱερομνήμονας, καὶ ἐπιμελεῖσθαι αὐτοῦ ὅπως ποι]-
[ηθήσεται τοὺς ἱερομνήμονας τοὺς καθισταμένους ἀεί· ἐπαινέσαι δὲ καὶ τοὺς παρα]-
55 [γενομένους ἐξ αὐτῶν πρὸς ἡμᾶς πρεσβευτὰς τὸν ἱερέα τῶν τεχνιτῶν Ἀσκληπιάδην]
[Ἱκεσίου τραγικὸν ποιητήν, καὶ μετ’ αὑτοῦ Πολύ]σ̣[τρ]ατο̣[ν Ἀλεξίωνος, Θρασυμήδην Δημο]-
[σθένου ἐπῶν ποιητάς, στεφανῶσαι δὲ κ]αὶ ἕκαστον αὐτῶ[ν δάφνηι στεφάνωι, ἐπεὶ τὴν ἐπιδη]-
[μίαν ἐποιήσαντο εὐσχήμονα καὶ ἀξί]αν τοῦ τε δήμου κα[ὶ τῶν ἐν Ἀθήναις τεχνιτῶν καὶ]
[τοῦ κοινοῦ συνεδρίου τῶν Ἀμφικτ]ιόνων. ἀναγράψαι δ[ὲ τόδε τὸ δόγμα ἐν Δελφοῖς]
60 [ὁμοίως δὲ καὶ ἐν Ἀθήναις ἐν ἀκρο]πόλει πέμψαντας [ἀντίγραφον πρὸς τὸν δῆ]-
[μον τὸν Ἀθηναίων· τοὺς δὲ ἱερομν]ήμονας ἀνενεγκεῖν [τοῦδε τοῦ δόγματος ἀν]-
[τίγραφα ἐπὶ πάντα τὰ ἔθνη καὶ τὰ]ς πόλεις, ὅπως παρα[κολουθῶσιν ἅπ]-
[αντες τὰ δεδο〚γ〛μένα {²⁶δεδομένα}²⁶ τοῖς ἐν Ἀθήν]αις τεχνίταις φιλάν[θρωπα].
63a                   vacat 0.02
64 [ἐπὶ Μενοίτου ἄρχοντος ἐπὶ τ]ῆς Οἰνη̣ΐ̣[δ]ος ἑνδεκά[της πρ]υτ[ανείας, ἧι — — —]
65 [— — — — ἐγραμμάτευεν]· δήμο[υ] ψ[η]φίσματα· [Θαργηλι]ῶνος — — — — — — —
[— — — — — εἶπεν· ἐπειδὴ] τὸ κοινὸ[ν] τῶν Ἀμφ[ικτιόνω]ν — — — — — — — — —
[— τὸν δῆμον τὸν Ἀθηναίων] καὶ τὴν σύνοδον [τῶν] περὶ τὸ[ν Διόνυσον τεχνιτῶν τῶν ἐν Ἀθή]-
[ναις — — — — — — — — — τε]χνίτας ἐναντ[ιου]μένους ΜΕΝ— — — — — — — — —
[— — — — — — — — — — — — τ]ῶν κοινῶν [εὐερ]γετῶν Ῥωμα[ίων — — — — — —]
70 — — — — — — — — — — — — ν κατηγορίας ποιεῖσθαι κατὰ τ[ῆς συνόδου ἐπὶ τοῦ στρατηγοῦ]
[ἐν Μακεδονίαι κατὰ γνώμην π]ράττον[τ]ας τοῦ κοινοῦ συνεδρ[ίου τῶν Ἀμφικτυόνων — —]
[— — — — — — — — — πέμπειν τὸν] δῆμον πρέσβεις π[ρ]ὸς τ[ὸ] κ[οινὸν τῶν Ἀμφικτυόνων· ἀγαθῆι]
[τύχηι δεδόχθαι τῆι βουλῆι· τοὺς λαχ]όντας πρ[ο]έδρους εἰς τὴ[ν ἐπιοῦσαν ἐκκλησίαν χρη]-
[ματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλ]λεσθ[αι] τῆς βουλῆς [εἰς τὸν δῆμον κτλ. — — —]
74a — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
frg. c-e.75 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — ἵνα τούτων συντελου]μένων φαίν-
[ηται ὁ δῆμος ὁ Ἀθηναίων διαφυλάσσων τὰ πρὸς τοὺς Ἀμφικτύονας φι]λά[ν]θρωπα. vacat
76a                      vacat 0.02
77 [τὸ κοινὸν τῶν Ἀμφικτυόνων Ἀθηναίων τῆι βουλῆι καὶ τῶι] δήμωι χαίρειν· Μενε․․․
— — — — — — — — — — — — — — — — — — — — — — — — — ς Περγασῆθεν, Χαρι․․․․
[— — — — — — — — — — — — — — — — — — — — — θε]ν, Πολύστρατος Θορί[κιος]
80 — — — — — — — — — — — — — — — — — — — — — — ν̣ος Φλυεὺς v οἱ παρ’ ὑμ[ῶν]
[παραγενόμενοι πρεσβευταὶ — — — — — — — — — — — — — ψήφ]ισμα ἐν ὧι διεσαφή[σατε]
— — — — — — — — — — — — — — — — — — — — — — υ̣ς ἐπὶ τὰς μετεχού[σ]α[ς ․․․]
[— — — — — — — — — — — — — — — — — — — — — — κα]ταλύσει μὲν τοῦ κοινοῦ ․․․
[— — — — — — — — — — — — — — — — — — — — τῶν ἡ]γ̣ουμένων Ῥωμαίων βουλ․․․
85 [— — — — — — — — — — — — — — — — — — — — — Ἀμ]φικτύοσιν κατὰ πόλιν ἀνα․․․
— — — — — — — — — — — — — — — — — — — — — — — ώμεθα προσελθόντες δὲ κ[αὶ ․]
— — — — — — — — — — — — — — — — — — — — — ἐν τῶι ψηφίσματι κατακεχωρι[σμ]-
[έν — — — — — — — — — — — — — — — — — — ἐ]ξ Ἰσθμοῦ καὶ Νεμέας τεχνίτας ․․
— — — — — — — — — — — — — — — — — — — — — ν δοξάντων, ἃς καὶ παρανέγ[νωσ]-
90 [αν — — — — — — — — — — — — — — — — — — — — — — — συγ]κλήτου δόγματα καὶ τὰς Ῥω[μα]-
[ίων — — — — — — — — — — — — — — — — — — — — — — κε]χρηματισμένα τῆι πρὸ ταύτη[ς]
[γεγονείαι μεθοπωρινῆι πυλαίαι? — — — — — — — — — —] παραγε[ν]ομ[έν]ων δὲ πρεσβευ[τ]-
[ῶν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]να [κατηγο]ριῶν, ὁμοίω[ς]
δὲ καὶ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — τεχνιτῶ[ν]
95 καὶ ἐξαπε̣[σταλ — — — — — — — — — — — — — — — — — κατη]γορία[ς ποιεῖσθ]αι ἑ-
τέρους πρέσβε[ις — — — — — — — — — — — — — — — —] δόντες μη[θὲν ὑπεναν]-
τίον τοῖς τε νόμοις κ[αὶ τῶι κοινῶι τῶν Ἀμφικ]τυόνων· v ἐκρίναμε[ν τὰ κεχρημα]-
τισμένα ἐν τῆι μεθοπ[ωρινῆι πυλαίαι ἐπ]ὶ ἄρχοντος ἐν Δελφοῖς Ε[ὐκλείδου]
κύρια εἶναι καὶ βέβαια εἰς [τὸν ἅπαντα χρόν]ον καὶ μηθὲν ὑπεναντίον α[ὐτοῖς]
100 ἐπιχρηματίζειν v δίκαιον η[γεῖσθαι, καὶ] διαφυλάσσειν τὰς δεδομένας ὑφ’ [ἡ]-
μῶν τῶι δήμωι τιμάς, ὁμοίως δὲ κα[ὶ τοῖς] παρ’ ὑμῖν τεχνίταις τὰ ὑπάρχοντα [φι]-
λάνθρωπα περί τε τῆς ἀσυλίας καὶ ἀ[σφαλ]είας v καὶ χρυσοφορίας ἔτι δὲ καὶ τῆς συ[νερ]-
γασίας, v θεωροῦντες καὶ τοὺς κοινοὺ[ς ε]ὐεργέτας Ῥωμαίους v ἐπὶ τῆς αὐτῆς γεγο-
νότας γνώμης.
col. I.105 τὸ κοινὸν τῶν Ἀμφικτυόνων
105a        in corona:
106        τὸν δῆμον
     τὸν Ἀθηναίων
col. II.105 τὸ κοινὸν τῶν Ἀμφικτυόνων
105a        in corona:
106      τὸ κοινὸν τῶ̣ν
       τεχνιτῶν
         τῶν
      ἐν Ἀ[θήναις]
Search Help
Contact Us