[ ] Sikelia — Akrai (Palazzolo Acreide): Colle Orbo — 2nd/1st c. BC — SEG 31.821 — ZPE 50 (1983) 1-4 (C. Gallavotti)
See also:
1 τετραλέα δ’ αὐτὸμ προσέφημ· πάτερ, ἤλυθα τιμήν,
εἴ τινά μοι δοίης, τὰ δ’ ἐφήμερά μ’ οὐδ’ ἰσάασιν
ὤλλοις δ’ εἰσὶ τεχνῶν εὑ[ρ]<ή>ματα, καρποὶ ἅπασιν,
μνημείων ὅσιοι τιμαὶ καὶ ἄγεια σέβουσιν·
5 μαίη δ’ οὐδ’ ἐφορᾶι με μόνημ, πάντ[ω]ς δ’ ἀγέραστος
τόσσ’ ἐφάμην, ὁ δὲ νεῦσε κάρα καὶ θεῖά μοι <η>ὔδα·
οὐδεὶς ἀθανάτωμ φθαρέει βροτὸν οὐδ’ ἀνελήσει
ἢ σύ, τέκος, καὶ Φοῖβος ἑκαβόλος ἰῶι <ἀτειρεῖ>·
οὐδ’ αὐτῶι θεμιτόν τιν’ ὀλεῖν, οἳ χρησμῶι ἕπονται,
10 ἀλ[λ’ εὔφ]ωνα κατ’ ἄστρα φυέντων τῷ μόρος, εἴ τι[ς]
σοί [κ’ ἀντῆισ]ι κράτει· τιμῆι δέ τοι οὔτις ὅμ[οιος]
ἥρως [π]ροσθεμένῃ νύμφας ἐπὶ πᾶσι[ν ὄρεσσιν]·
μαίη δ’ οὐ χρησμ[ο]ύς σοι ἐ[φήσεται, οὐδ’ ἐπέοικεν]·
εἰ δ’ αὖ καί τι θέλεις, χρη․[— — — — — — — — — —]
15 ἐνθεάσασ’ ἀβροτὴ ν[ὺξ — — — — — — — — — — —]
ἔκτοσε θυη εμε[— — — — — — — — — — — — — —]
ὃν δὴ ἐποψ[— — — — — — — — — — — — — — — —]
ταυταγ[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us