[ ]
Sikelia — Akrai (Palazzolo Acreide): Colle Orbo — 2nd/1st c. BC — SEG 31.821 — ZPE 50 (1983) 1-4 (C. Gallavotti)
See also:
| 1 | τετραλέα δ’ αὐτὸμ προσέφημ· πάτερ, ἤλυθα τιμήν, |
| εἴ τινά μοι δοίης, τὰ δ’ ἐφήμερά μ’ οὐδ’ ἰσάασιν | |
| ὤλλοις δ’ εἰσὶ τεχνῶν εὑ[ρ]<ή>ματα, καρποὶ ἅπασιν, | |
| μνημείων ὅσιοι τιμαὶ καὶ ἄγεια σέβουσιν· | |
| 5 | μαίη δ’ οὐδ’ ἐφορᾶι με μόνημ, πάντ[ω]ς δ’ ἀγέραστος |
| τόσσ’ ἐφάμην, ὁ δὲ νεῦσε κάρα καὶ θεῖά μοι <η>ὔδα· | |
| οὐδεὶς ἀθανάτωμ φθαρέει βροτὸν οὐδ’ ἀνελήσει | |
| ἢ σύ, τέκος, καὶ Φοῖβος ἑκαβόλος ἰῶι <ἀτειρεῖ>· | |
| οὐδ’ αὐτῶι θεμιτόν τιν’ ὀλεῖν, οἳ χρησμῶι ἕπονται, | |
| 10 | ἀλ[λ’ εὔφ]ωνα κατ’ ἄστρα φυέντων τῷ μόρος, εἴ τι[ς] |
| σοί [κ’ ἀντῆισ]ι κράτει· τιμῆι δέ τοι οὔτις ὅμ[οιος] | |
| ἥρως [π]ροσθεμένῃ νύμφας ἐπὶ πᾶσι[ν ὄρεσσιν]· | |
| μαίη δ’ οὐ χρησμ[ο]ύς σοι ἐ[φήσεται, οὐδ’ ἐπέοικεν]· | |
| εἰ δ’ αὖ καί τι θέλεις, χρη․[— — — — — — — — — —] | |
| 15 | ἐνθεάσασ’ ἀβροτὴ ν[ὺξ — — — — — — — — — — —] |
| ἔκτοσε θυη εμε[— — — — — — — — — — — — — —] | |
| ὃν δὴ ἐποψ[— — — — — — — — — — — — — — — —] | |
| ταυταγ[— — — — — — — — — — — — — — — — —] |