[ ] Sikelia — Akrai (Palazzolo Acreide): Colle Orbo — 2nd/1st c. BC — ASNP 11,4 (1981) 1069-1071
1 Τετραλέα δ’ αὐτὸμ προσέφημ· πάτερ, ἤλυθα τιμὴν
εἴ τινά μοι δοίης· τὰ δ’ ἐφ’ ἡμέραμ οὐ δὶς ἀᾶσιν,
<ἄ>λλοις δ’ εἰσὶ τεχνῶν εὑ[ρ]είματα, καρποὶ ἅπασιν
μνημείων ὅσιοι, τιμαὶ καὶ ἅγεια σέβουσιν·
5 Μαίη, δοῦ δὲ φορᾶι με μόνημ, πάντ[ω]ς̣ δ’ ἀγέραστο<ν>.
τόσσ’ ἐφάμην· ὁ δὲ νεῦσε κ̣άρα καὶ θεῖά μοι <η>ὔδα·
οὐδεὶς ἀθανάτωμ φθαρέει βροτὸν οὐδ’ ἀνέλ<υ>σεν
<ἄλλος>(?) ἢ σὺ τέκος καὶ Φοῖβος ἑκαβόλος ἰῶι,
οὐδ’ αὐτῶι θεμιτόν τιν’ ὀλεῖν οἷ χρησμῶι ἕποντα {ν}·
10 ἄλ[λον αἰ]ῶνα κατ’ ἄστρα φυέντών τ<ι ὅ>μορος εἴ τις
σοι, [τέκος ἐστ]ὶ κράτει, τιμῆι δέ τοι οὔτις ὅ̣μ[ορος]
ἥρως, [π]ροσθεμένη Νύμφας ἐπὶ πᾶσι̣[ν ὄρεσσι]
Μαίη, δοῦ χρησμ[ο]ύς· σοὶ ε[— — — — — — —]
εἰ δ’ αὖ καί τι θέλεις, χρηιζ̣[— — — — — — —]
15 ἐνθεάσασα βροτὴν [— — — — — — — — — —]
ἔκτοσε θύη εμε[— — — — — — — — — — — —]
ὃν δὴ ἐπόψ[ιος — — — — — — — — — — — —]
ταῦτα Γ[— — — — — — — — — — — — — — —]
Search Help