[ ]
Sikelia — Akrai (Palazzolo Acreide): Colle Orbo — 2nd/1st c. BC — ASNP 11,4 (1981) 1069-1071
See also:
| 1 | Τετραλέα δ’ αὐτὸμ προσέφημ· πάτερ, ἤλυθα τιμὴν |
| εἴ τινά μοι δοίης· τὰ δ’ ἐφ’ ἡμέραμ οὐ δὶς ἀᾶσιν, | |
| <ἄ>λλοις δ’ εἰσὶ τεχνῶν εὑ[ρ]είματα, καρποὶ ἅπασιν | |
| μνημείων ὅσιοι, τιμαὶ καὶ ἅγεια σέβουσιν· | |
| 5 | Μαίη, δοῦ δὲ φορᾶι με μόνημ, πάντ[ω]ς̣ δ’ ἀγέραστο<ν>. |
| τόσσ’ ἐφάμην· ὁ δὲ νεῦσε κ̣άρα καὶ θεῖά μοι <η>ὔδα· | |
| οὐδεὶς ἀθανάτωμ φθαρέει βροτὸν οὐδ’ ἀνέλ<υ>σεν | |
| <ἄλλος>(?) ἢ σὺ τέκος καὶ Φοῖβος ἑκαβόλος ἰῶι, | |
| οὐδ’ αὐτῶι θεμιτόν τιν’ ὀλεῖν οἷ χρησμῶι ἕποντα {ν}· | |
| 10 | ἄλ[λον αἰ]ῶνα κατ’ ἄστρα φυέντών τ<ι ὅ>μορος εἴ τις |
| σοι, [τέκος ἐστ]ὶ κράτει, τιμῆι δέ τοι οὔτις ὅ̣μ[ορος] | |
| ἥρως, [π]ροσθεμένη Νύμφας ἐπὶ πᾶσι̣[ν ὄρεσσι] | |
| Μαίη, δοῦ χρησμ[ο]ύς· σοὶ ε[— — — — — — —] | |
| εἰ δ’ αὖ καί τι θέλεις, χρηιζ̣[— — — — — — —] | |
| 15 | ἐνθεάσασα βροτὴν [— — — — — — — — — —] |
| ἔκτοσε θύη εμε[— — — — — — — — — — — —] | |
| ὃν δὴ ἐπόψ[ιος — — — — — — — — — — — —] | |
| ταῦτα Γ[— — — — — — — — — — — — — — —] |