[ ]
Sikelia — Selinous — ca. 460-450 BC — A Lex Sacra from Selinous (1993) — cf. SEG 46.1273; 48.1250; 49.1327; 50.1021; 51.1387; 52.932bis; 53.1032
| col. A.1 | [․․c.8․․․]․ΑΝ[․c.4․]Α̣[— — — — — — — — — — — — — — — — — —] |
| [․c.6․․]․ΔΕΜΑ[․]Α̣[․]ΤΕ ΗΑ̣Λ̣ΑΤΕ̣ΡΑ[․]ΚΑΙ̣Ο̣[— — — — — — — — —] | |
| [․c.4․]․Β̣[․] καταλ[ε]ί̣ποντας, κατ̣ℎαιγίζε̣ν δὲ τὸς ℎομοσεπύος vacat | |
| 〚— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —〛 | |
| 5 | 〚— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —〛 |
| 〚— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —〛 | |
| το͂ν ℎιαρο͂ν ℎα θυσία πρὸ Ϙοτυτίον {²⁶Κοτυτίων}²⁶ καὶ τᾶς ἐχεχερίας πένπ̣[τοι] | |
| ϝέτει ℎο͂ιπερ ℎόκα ℎα Ὀλυνπιὰς ποτείε· το͂ι Διὶ ∶ το͂ι Εὐμενεῖ θύ[ε]ν̣ [καὶ] | |
| ταῖς ∶ Εὐμενίδεσι ∶ τέλεον, καὶ το͂ι Διὶ ∶ το͂ι Μιλιχίοι το͂ι ∶ ἐν Μύσϙο {²⁶Μύσκου}²⁶ ∶ τέλεον ∶ τοῖς Τρ- | |
| 10 | ιτοπατρεῦσι ∙ τοῖς ∙ μιαροῖς ℎόσπερ τοῖς ℎερόεσι, ϝοῖνον ℎυπολℎεί- |
| ψας ∙ δι’ ὀρόφο ∙ καὶ τᾶν μοιρᾶν ∙ τᾶν ἐνάταν ∙ κατακα- | |
| ίεν ∙ μίαν. θυόντο θῦμα ∶ καὶ καταγιζόντο ℎοῖς ℎοσία ∙ καὶ περιρά- | |
| ναντες καταλινάντο ∶ κἔπειτα ∶ τοῖς κ<α>θαροῖς ∶ τέλεον θυόντο ∶ μελίκρατα ℎυπο- | |
| λείβον ∙ καὶ τράπεζαν καὶ κλίναν κἐνβαλέτο καθαρὸν ℎε͂μα καὶ στεφά- | |
| 15 | νος ἐλαίας καὶ μελίκρατα ἐν καιναῖς ποτεˉρίδε̣[σ]ι καὶ ∶ πλάσματα καὶ κρᾶ κἀπ- |
| αρξάμενοι κατακαάντο καὶ καταλινάντο τ̣ὰς ποτεˉρίδας ἐνθέντες̣· | |
| θυόντ̣ο ℎόσπερ τοῖς θεοῖς τὰ πατρο͂ια ∶ το͂ι ἐν Εὐθυδάμο ∶ Μιλιχίοι ∶ κριὸν θ̣[υ]- | |
| όντο· ἔστο δὲ καὶ θῦμα πεδὰ ϝέτος θύεν· τὰ δὲ ℎιαρὰ τὰ δαμόσια ἐξℎ<α>ιρέτο καὶ τρά[πεζα]- | |
| ν ∶ προθέμεν καὶ ϙολέαν {²⁶κωλέαν}²⁶ καὶ τἀπὸ τᾶς τραπέζας ∶ ἀπάργματα καὶ τὀστέα κα[τα]- | |
| 20 | κᾶαι ∙ τὰ κρᾶ μἐχφερέτο· καλέτο [ℎ]όντινα λε͂ι· ἔστο δὲ καὶ πεδὰ ϝέτ[ος ϝ]- |
| οίϙοι {²⁶οἴκοι}²⁶ θύεν ∶ σφαζόντο δὲ ∶ ΚΑΟΜ̣Τ̣ΕΟ[․․․]Ο ἀγαλμάτον [․․․]Δ̣ΕΟ̣[․․]․․[․c.6-7․]- | |
| Ο θῦμα ℎότι κα προχορε͂ι τὰ πατρο͂[ια ․]․ΕΞΑΙ․[․․․․․․․․․․c.24․․․․․․․․․․] | |
| Τ̣[․․]․ΙΤΟΙΑΠΤΟΧΟΙ τρίτοι ϝέτ̣[ει] Ε̣[— — — — — — — — — — — — — —] | |
| [․c.7-8․․]Ε̣ΥΣΥΝΒ̣[— — — — — — — — — — — — — — — — — — — — —] | |
| vacat | |
| col. B (inverted).1 | [․2-3․]․․ ἄν̣θ̣ρ̣ο̣π̣ο̣ς [․6-7․․]․․τ̣․[․(?) ἐλ]αστ̣έ̣ρ̣ον ἀπ̣οκα[θαίρεσθ]- |
| [αι], π‵ρ′οειπὸν ℎόπο κα λε͂ι̣ κ̣αὶ το͂ ϝέ̣[τ]ε̣ος ℎόπο κα λε͂ι καὶ [το͂ μενὸς] | |
| ℎοπείο κὰ λε͂ι καὶ <τᾶι> ἀμέραι ℎοπείαι κα λ<ε͂>ι, π{ο}ροειπὸν {²⁶προειπὸν}²⁶ ℎόπ‵υι κα λε͂ι′, καθαιρέσθο̣, [․3-4?․ ℎυ]- | |
| ποδεκόμενος ἀπονίψασθαι δότο κἀκρατίξασθαι καὶ ℎάλα το͂ι αὐ[το͂ι] | |
| 5 | [κ]αὶ θύσας το͂ι Δὶ χοῖρον ἐξ αὐτο͂ ἴτο καὶ περιστ{ι}ραφέσθο {²⁶περιστραφέσθο}²⁶ vacat |
| καὶ ποταγορέσθο καὶ σῖτον ℎαιρέσθο καὶ καθευδέτο ℎόπε κ̣- | |
| α λε͂ι· αἴ τίς κα λε͂ι ξενικὸν ἒ πατρο͂ιον, ἒ ’πακουστὸν ἒ ’φορατὸν | |
| ἒ καὶ χὄντινα καθαίρεσθαι, τὸν αὐτὸν τρόπον̣ κ̣αθαιρέσθο | |
| ℎόνπερ ℎοὐτορέκτας ἐπεί κ’ ἐλαστέρο ἀποκαθάρεται· vacat | |
| 10 | ℎιαρεῖον τέλεον ἐπὶ το͂ι βομο͂ι το͂ι δαμοσίοι θύσας καθαρὸ- |
| ς ἔστο· διορίξας ℎαλὶ καὶ χρυσο͂ι ἀπορανάμενος ἀπίτο· | |
| ℎόκα το͂ι ἐλαστέροι χρέζει θύεν, θύεν ℎόσπερ τοῖς vacat | |
| ἀθανάτοισι· σφαζ̣έτο δ’ ἐς γᾶν. vacat | |
| {²vacant 10 versus}² |