[ ]
Italia/Thessalia — Petelia/Pharsalos — composite text — ca. 400-330 BC — IG XIV 638 + SEG 23.410 (IThess I 115) — ZAnt 40 (1990) 75-76 (M. Markovich)
See also:
1 | εὑρήσεις Ἀΐδαο δόμοις ἐνδέξια κρήνην, |
πὰρ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· | |
ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας· | |
πρόσσω δ’ εὑρήσεις τῆς Μνημοσύνης ἀπὸ λίμνης | |
5 | ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπύπερθεν ἔασιν· |
οἳ δέ σ<ε> εἰρήσονται ὅ τι χρέος εἰσαφικάνεις· | |
τοῖς δὲ σὺ εὖ μάλα πᾶσαν ἀληθείην καταλέξαι· | |
εἰπεῖν· “Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος· | |
αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· | |
10 | δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα |
ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης·” | |
καὐτ[ο]ί <σοι> δώσουσι πιεῖν θείης ἀπ[ὸ κρή]νης, | |
καὶ τότ’ ἔπειτ’ ἄ[λλοισι μεθ’] ἡρώεσσιν ἀνάξει[ς]· | |
[Μνημοσύ]νης τόδε δ[ῶρον, ἐπὴν μέλληισι] θανεῖσθ[αι]. |