[ ] Italia/Thessalia — Petelia/Pharsalos — composite text — ca. 400-330 BC — IG XIV 638 + SEG 23.410 (IThess I 115) — ZAnt 40 (1990) 75-76 (M. Markovich)
See also:
1 εὑρήσεις Ἀΐδαο δόμοις ἐνδέξια κρήνην,
πὰρ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον·
ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας·
πρόσσω δ’ εὑρήσεις τῆς Μνημοσύνης ἀπὸ λίμνης
5 ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπύπερθεν ἔασιν·
οἳ δέ σ<ε> εἰρήσονται ὅ τι χρέος εἰσαφικάνεις·
τοῖς δὲ σὺ εὖ μάλα πᾶσαν ἀληθείην καταλέξαι·
εἰπεῖν· “Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος·
αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί·
10 δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα
ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης·”
καὐτ[ο]ί <σοι> δώσουσι πιεῖν θείης ἀπ[ὸ κρή]νης,
καὶ τότ’ ἔπειτ’ ἄ[λλοισι μεθ’] ἡρώεσσιν ἀνάξει[ς]·
[Μνημοσύ]νης τόδε δ[ῶρον, ἐπὴν μέλληισι] θανεῖσθ[αι].
Search Help
Contact Us