[ ]
Italia/Thessalia — Petelia/Pharsalos — composite text — ca. 400-330 BC — IG XIV 638 + SEG 23.410 (IThess I 115) — ZAnt 40 (1990) 75-76 (M. Markovich)
See also:
| 1 | εὑρήσεις Ἀΐδαο δόμοις ἐνδέξια κρήνην, |
| πὰρ δ’ αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον· | |
| ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας· | |
| πρόσσω δ’ εὑρήσεις τῆς Μνημοσύνης ἀπὸ λίμνης | |
| 5 | ψυχρὸν ὕδωρ προρέον· φύλακες δ’ ἐπύπερθεν ἔασιν· |
| οἳ δέ σ<ε> εἰρήσονται ὅ τι χρέος εἰσαφικάνεις· | |
| τοῖς δὲ σὺ εὖ μάλα πᾶσαν ἀληθείην καταλέξαι· | |
| εἰπεῖν· “Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος· | |
| αὐτὰρ ἐμοὶ γένος οὐράνιον· τόδε δ’ ἴστε καὶ αὐτοί· | |
| 10 | δίψηι δ’ εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι· ἀλλὰ δότ’ αἶψα |
| ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης·” | |
| καὐτ[ο]ί <σοι> δώσουσι πιεῖν θείης ἀπ[ὸ κρή]νης, | |
| καὶ τότ’ ἔπειτ’ ἄ[λλοισι μεθ’] ἡρώεσσιν ἀνάξει[ς]· | |
| [Μνημοσύ]νης τόδε δ[ῶρον, ἐπὴν μέλληισι] θανεῖσθ[αι]. |