[ ] Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — SEG 26.1139 (translit.) — ZAnt 40 (1990) 73-78 (M. Markovich)
See also:
1 Μναμοσύνας τόδε σρῖον, ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι
εἰς Ἀΐδαο δόμους εὐήρεας <{²e.g.}² ℎως ἀφικάνεις,
ℎευρήσεις μελάνυδρον ἐκεῖθ’> {ἔστ’} ἐπὶ δ<ε>ξιὰ κρήνα<ν>,
πὰρ δ’ αὐτᾶι λευκὰ<ν> ἑστακυ<ῖ>α<ν> κυπάρισ<σ>ον·
5 ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύων ψύχονται·
ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις·
πρόσθεν δ(ὲ) ℎευρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὕδωρ προρέον· φύλακες δ(ὲ) ἐπύπερθεν ἔασι<ν>·
[ℎ]οὶ δέ σε εἰρήσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι
10 [ℎ]ότ<τ>ι δὴ ἐξερέεις Ἄϊδος σκότος οὐλοέεντος·
εἶπον· “ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος,
δίψαι δ’ εἰμ(ὶ) αὖος καὶ ἀπόλλυμαι· ἀλ<λ>ὰ δότ’ ὦ[κα]
ψυχρὸν ὕδωρ π[ρο]ρέον τῆς Μνημοσύνης ἀπὸ λίμ[νης]·
καὶ δή τοι ἐλεοῦσιν <ℎ>υποχθονίωι βασιλῆϊ,
15 καὶ δή τοι δώσουσι πιεῖν <ταύτας ἀπὸ> {τᾶς Μναμοσύνας} λίμνας·
καὶ δὴ καὶ σὺ πιῶν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ℎιερὰν στείχουσι κλ<ε>εινοί.
Search Help
Contact Us