[ ]
Italia — Hipponion-Vibo Valentia — ca. 400 BC — SEG 26.1139 (translit.) — ZAnt 40 (1990) 73-78 (M. Markovich)
See also:
1 | Μναμοσύνας τόδε σρῖον, ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι |
εἰς Ἀΐδαο δόμους εὐήρεας <{²e.g.}² ℎως ἀφικάνεις, | |
ℎευρήσεις μελάνυδρον ἐκεῖθ’> {ἔστ’} ἐπὶ δ<ε>ξιὰ κρήνα<ν>, | |
πὰρ δ’ αὐτᾶι λευκὰ<ν> ἑστακυ<ῖ>α<ν> κυπάρισ<σ>ον· | |
5 | ἔνθα κατερχόμεναι ψυχ{κ}αὶ {²⁶ψυχαὶ}²⁶ νεκύων ψύχονται· |
ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις· | |
πρόσθεν δ(ὲ) ℎευρήσεις τᾶς Μναμοσύνας ἀπὸ λίμνας | |
ψυχρὸν ὕδωρ προρέον· φύλακες δ(ὲ) ἐπύπερθεν ἔασι<ν>· | |
[ℎ]οὶ δέ σε εἰρήσονται ἐν<ὶ> φρασὶ πευκαλίμαισι | |
10 | [ℎ]ότ<τ>ι δὴ ἐξερέεις Ἄϊδος σκότος οὐλοέεντος· |
εἶπον· “ὑὸς Βαρέας καὶ Οὐρανοῦ ἀστερόεντος, | |
δίψαι δ’ εἰμ(ὶ) αὖος καὶ ἀπόλλυμαι· ἀλ<λ>ὰ δότ’ ὦ[κα] | |
ψυχρὸν ὕδωρ π[ρο]ρέον τῆς Μνημοσύνης ἀπὸ λίμ[νης]·” | |
καὶ δή τοι ἐλεοῦσιν <ℎ>υποχθονίωι βασιλῆϊ, | |
15 | καὶ δή τοι δώσουσι πιεῖν <ταύτας ἀπὸ> {τᾶς Μναμοσύνας} λίμνας· |
καὶ δὴ καὶ σὺ πιῶν ℎοδὸν ἔρχεα<ι>, ℎάν τε καὶ ἄλλοι | |
μύσται καὶ βάχχοι ℎιερὰν στείχουσι κλ<ε>εινοί. |