[ ]
Sikelia — Kamarina — 3rd/2nd c. BC — SEG 34.940 — PdP 44 (1989) 192, III
1 | [ἐπὶ — — —], Ἡραίου ἕκ[ται ἱστα]μένου, συ[ν]αλλακτήρων π[ρ]οστάτας |
Δίνα[ρχος] Κλεάνδρου. Σω[σί]στρατ[ο]ς Θέων[ο]ς νή(τα) πρ(ῶτα) ἐπρίατο οἴκησιν καὶ | |
τὰ<ν> καπήλειαν τὰν Δίων[ος] πᾶσαν καὶ τὰ θυρώματα, τοίχους κοινοὺς | |
ποτὶ Φιλόξενον καὶ Θράσυλλον, λαύρα[ι] Περγάου καὶ Φερσσοφάσας, | |
5 | πὰρ Δίωνος τοῦ Ἡρακλείδα τέ(τρατα) πρ(ῶτα) τετρώκοντα ταλάντων· ἄμποχοι· |
Ἀρίστων Ἐμμενίδα νή(τα) πρ(ῶτα), Φίλιππος Παυσανία νή(τα) πρῶτα, | |
Ἀρταμίδωρος Ἡρακλεί[δ]α τέ(τρατα) πρ(ῶτα), Παυσανίας Σωσικράτεος νή(τα) πρ(ῶτα), | |
Ἡράκλειος Νίκωνος τρ(ίτα) πρῶ(τα), Σάννω[ν] Ζωπύρου τέτρα(τα) πρώ(τα), | |
Σῖμος Γελωίου νήτ(α) πρ(ῶτα), Νίκων Εὐθυμένεος ἕκτ(α) πρῶτ(α), | |
10 | δφʹ. |
Θεύδω[ρ]ος Δάμωνος ἕκ(τα) πρ(ῶτα), Γέλων Καλλιστράτου ἕκτ(α) πρῶ(τα). |