[ ] Sikelia — Kamarina — 2nd/1st c. BC — SEG 27.650 — PdP 44 (1989) 190, I
1 ἐπὶ Ἀρχαγάθο̣υ, Γελωίου ἕκται ἐπὶ δέκα, Μνᾶ[σις(?) Δίω]-
νος πέμ(πτα) πρῶ(τα) ἐπρίατο τὸγ γύαν τὸν ἐμ π[․․]-
τί̣αις δίσχοινον τὸ εὖρος, τὸ δὲ μᾶκος ἀπὸ το[ῦ]
ῥόου τοῦ Κογχοκραναίου ἔστε πὸτ τὰς ῥάπα[ς]
5 κύλλας πὰρ Ἀθάνιος τοῦ Βασία ἑνὸς ἵκατι
ταλάντων· ἄμποχοι· Θευδόσιος Θευδώρου ἕκτ(α) δ(εύτερα),
Θεότιμος Λαμίσκου, Ἀμείνων Δαματρίου,
Νυμφόδωρος Δάμωνος, Θεόδωρος Ἀριστο-
γένεος, Ἀρταμίδωρος Θεοδοσίου,
10 Μύσκων Ἄνδρωνος, Πρόδοξος Σωσ[ί]α,
[Φίλ]ω̣ν(?) Αἰνησι[δ]άμου, Ὄρθων
         Φλοδά]μου(?).
Search Help
Contact Us