[ ] Att. — c. 124 p.
1        κε(φάλαιον?) νό(μου) θε(ιοτάτου?) Ἁδριανοῦ  vacat
οἱ τὸ ἔλαιον γεωργοῦντες τὸ τρίτον
καταφερέτωσαν, ἢ τὸ ὄγδοον οἱ τὰ
Ἱππάρχου χωρία τὰ ὑπὸ τοῦ φίσκου
5 πραθέντα κεκτημένοι· μόνα γὰρ ἐ-
κεῖνα τὸ δίκαιον τοῦτο ἔχει· καταφε-
ρέτωσαν δὲ ἅμα τῷ ἄρξασθαι συνκο-
[μιδῆς κ]ατὰ μέρος, πρὸς λόγον το[ῦ]
[συνκομιζ]ομένου, τοῖς ἐλεώναι[ς],
10 [οἵτινες ἀεὶ] προνοοῦσιν τῆ[ς]
[δημοσίας χρεία]ς· ἀπογραφέσθω[σαν δὲ]
․․c.8․․․ τῆς συνκομιδῆς πρὸ[ς]
[τοὺς ταμίας κα]ὶ τὸν κήρυκα δύο
․․․․c.12․․․․ ἰδόντες ὑπογρα-
15 φήν· [ἡ] δὲ ἀπ[ογραφ]ὴ ἔστω μετὰ ὅρκου
καὶ πόσον συνεκόμισεν τὸ πᾶν,
καὶ ὅτι διὰ δούλου τοῦδε ἢ ἀπελευ-
θέρου τοῦδε· ἐὰν δὲ πωλήσῃ τὸν
καρπὸν ὁ δεσπότης τοῦ χωρίου, ἢ ὁ
20 γεωργὸς ἢ ὁ καρπώνης, ἀπογραφέ-
σθω δὲ πρὸς τοὺς αὐτοὺς καὶ ὁ ἐπ’ ἐξα-
γωγῇ πιπράσκων, πόσον πιπράσκει
καὶ τίνι καὶ ποῦ ὁρμ[ε]ῖ τὸ [π]λοῖον. ὁ δ[ὲ]
ἀπογραφῆς χωρὶς π[ιπράσκων] ἐπ’ ἐξα-
25 γωγῇ, κἂν ὁ ὤφειλεν ᾖ κα[τενηνοχὼς]
τῇ πόλει, στερέσθω τοῦ πραθ[έντος].
ὁ δὲ ψευδεῖς ἀπογραφὰς ποιήσα[ς]
ἢ τὰς περὶ τῆς συνκομιδῆς [ἢ τ][ς περὶ]
τῆς ἐξαγωγῆς ἢ ὑπὲρ χωρίου, [ὃ μὴ πα]-
30 ρὰ φίσκου ἐπρίατο μὴ Ἱππάρχ[ειο]-
ν [ὂ]ν ὄγδοον κατενεγκών, σ[τερέ]-
[σθω, τὸ δέ ἥμισυ ὁ μη]νύσας λαμ]α[νέτω].
[ὃς δ’ ἂν ἐπ’ ἐξαγω]γὴν ἀναπόγ[ραπτα]
[πρίηται ․c.5․]ειρεειμ — — — — — —
35 ․․․․․c.14․․․․․των ἀπ[ο]στερ — — —
․․․․c.13․․․․․ος αὐτὸς ἢ ὅν[τινα]
[ἂν ἕληται, πιπρασκέ]τω μὲν ἐξ ἀπ[ογρα]-
[φῆς ․․c.7․․ τ]ῆς δὲ τειμῆς τὸ [μὲν ἥ]-
μισυ κατεχέτω, εἰ μήπω δέδωκεν ἢ λαμ-
40 βανέτω, τὸ δέ ἥμισυ ἔστω δημόσιον.
γραφέσθω δὲ καὶ ὁ ἔμπορος, τί ἐξάγει
καὶ πόσον παρ’ ἑκάστου· ἐὰν δὲ μὴ ἀπο-
γραψάμενος φωραθῇ ἐκπλέων, στερέ-
σθω· ἐάν δὲ ἐκπλεύσας φθάσῃ καὶ μηνυ-
45 θῇ, γραφέσθω καὶ τῆ πατρίδι αὐτοῦ ὑπὸ τοῦ
δήμου κἀμοί. τὰς δὲ περὶ τούτων δίκας
μέχρι μὲν πεντήκοντα ἀμφορέων ἡ βου-
λὴ μόνη κρεινέτω, τὰ δὲ ὑπὲρ τοῦτο μετὰ
τοῦ δήμου. ἐὰν δὲ τῶν ἐκ τοῦ πλοίου τις
50 μηνύσῃ, ἐπάναγκες ὁ στρατηγὸς τῇ ἐξῆς
ἡμέρα βουλὴν ἀθροισάτω, εἰ δ’ ὑπὲρ τοὺς
πεντήκοντα ἀμφορεῖς εἴη τὸ μεμηνυ-
μένον, ἐκκλησίαν· καὶ διδόσθω τῷ ἐλέγ-
ξαντι τὸ ἥμισυ. ἐὰν δὲ ἐκκαλέσηταί τις ἢ
55 ἐμὲ ἢ τὸν ἀνθύπατον, χειροτονείτω συν-
δίκους ὁ δῆμος. ἵνα δὲ ἀπαραίτητα ᾖ τὰ
κατὰ τῶν κακουργούντων ἐπι[τ]είμι[α], τει-
μῆς ἰς τὸ δημόσιον καταφερέσθω τὸ ἔλαι-
ον, ἥτις ἂν ἐν τῇ χώρᾳ ᾖ. εἰ δέ ποτε εὐφορ[ί]-
60 ας ἐλαίου γενομένης πλέον εἴη τὸ ἐκ τῶν
τρίτων ἢ ὀγδόων καταφερόμενον τῆς εἰς
ὅλον τ[ὸ]ν ἐνιαυτὸν δημοσίας χρείας, ἐξέ-
στω τοῖς μ[ὲν γεωργ]οῦσιν τὸ ἔλαιον ἢ πᾶν
ἢ μέρος δευτέραν ἀπογραφὴν ποιησαμέ-
65 νοις καὶ δημόσιον τό τε ὁφειλόμενον
πόσον ἐστὶν ․․․․ ὃ οἱ ἐλαιῶναι ἢ ο[ἱ] ἀργυ-
ροταμία[ι] οὐ βούλονται παρ’ αὐτῶν λαβεῖν,
φυλά[ττειν — — — — — — — — — — — — — —]
ξετα — — — — — — — — — — — — — — — — —
70 σκ — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us