[ ] Italia — Aquae Albulae?: Settecamini — ca. 365 AD — RPAA 57 (1984/85) 233, 1
1 Λαμπαδίου τάδε λουτρά
 τί τοι φρένας ἐπτοιῆσθαι |
τῶν μεγάλων πτολίων
 ἔγγυθι δειμαμένου; |
5 πάντοθεν ἀστράπτει
 χάρις ἄσπετος εἰς ὅ κε λεύσῃς, |
ὕδατα Νυμφάων,
 λουτρά, δόμοι, Χάριτες· |
οὗτος <τ>οῦ κλέος εὐρὺ
10  κατὰ χθόνα καὶ κατὰ πόντον, |
ὁ κλυτὸς ὡς οὔτις
 καὶ σοφὸς ὡς ὀλίγοι, |
γείτονας ἕδρας ἔχων βασιληΐδος
 ἔγγυθεν αἴγλης |
15 ἀνθ’ ἑκατομβοίων
 τὴν θέμιν ἠρέσατο |
   Εὔδημος Λαδικεὺς
σοφιστὴς Ῥωμέων.
Search Help
Contact Us