[ ] Italia? — Roma? [Florence] — 198-209 AD — CIG 6829 — IGR IV 468 — ZPE 58 (1985) 136-138
1       ὑπὲρ σωτηρίας ∙ καὶ νείκης ∙ καὶ αἰωνίας ∙ διαμονῆς
      τῶν κυρίων ∙ Αὐτοκρατόρων ∙ Λουκίου ∙ Σεπτιμίου
      Σευήρου ∙ Εὐσεβοῦς ∙ Περτίν<α>κος ∙ Σεβαστοῦ ∙ Ἀραβικοῦ ∙ Ἀδιαβηνι-
      κοῦ ∙ Παρθικοῦ ∙ Μεγίστου ∙ καὶ ∙ Μάρκου ∙ Αὐρηλίου Ἀντωνείνου
5       Σεβαστοῦ Ἀραβικοῦ ∙ Ἀδιαβηνικοῦ ∙ Παρθικοῦ ∙ Μεγίστου ∙ καὶ
      Λουκίου ∙ Σεπτιμίου ∙ 〚Γέτα〛 Καίσαρος ∙ καὶ ∙ Ἰουλίας ∙ Σεβαστῆς ∙
      μητρὸς ∙ στρατοπέδων, καὶ τοῦ σύνπαντος ∙ αὐτῶν ∙ οἴκου ∙ καὶ
      ἱερᾶς συνόδου                   Λ(ούκιος) ∙ Σεπτίμιος ∙ Τρύφων ∙ καὶ ∙ ὡς
      χρηματίζω ∙ Ἀλεξανδρεὺς ∙ φιλόσοφος ∙ γενόμενο<ς> ἱερεὺς
10       κατὰ τὸ ἑξῆς δὶς καὶ ἀρχιερεὺς ∙ τοῦ καθηγεμόνος ∙ Διονύσου διὰ
      βίου ∙ ἔτι τε ∙ καὶ τειμηθεὶς ∙ ἀρχιερεὺς ∙ Μάρκου ∙ Αὐρηλίου Ἀντωνίνου
      Σεβαστοῦ ∙ τοῦ νέου ∙ Διονύσου ∙ διὰ βίου ∙ καὶ ὑποσχόμενος αὐθαί-
      ρετος ∙ καὶ ταύτην ∙ τὴν ἀρχιερωσύνην ∙ διὰ βίου ἐπιτελεῖν
      τὸν Διόνυσον ∙ ἀνακοσμήσας ∙ ἐκ τῶν ἰδίων πρῶτος
15             λογιστεύοντος ∙ Μ(άρκου) ∙ Οὐολυσσίου Περικλέους
ἐπανγειλάμενος ∙ τὸν Διόνυσον ἀνακοσμῆσαι ∙ ἐπὶ ∙ ἄρχοντος
      Βεντιδίου ∙ Σωτ<ᾶ> ∙ πυθαύλου ∙ περιοδονείκου ∙ παραδόξου,
      καὶ γραμματέος ∙ Αἰλίου ∙ Ἀγ<α>θημέρου ∙ κιθαρῳδοῦ παραδό-
      ξου ∙ καὶ νομοδίκ<τ>ου ∙ Αὔλου ∙ Οἰνέος {²⁶Οἰνέως}²⁶ ∙ τραγῳδοῦ ∙ παραδόξου·
20       ἐτελείωσα δέ, ὡς ἐπηνγειλάμην ∙ τὸν Διόνυσον ∙ ἐπὶ ἄρ-
      χοντος ∙ Αὐρ(ηλίου) ∙ Ἀγχαρήνου ∙ Φαίδρου ∙ Ἐφεσίου ∙ κωμῳδοῦ,
      περιοδονείκου ∙ Καπετωλιον<ε>ίκου ∙ παραδόξου, καὶ γραμματέος
      Μενεκρ<ά>τους ∙ Ἀσσυρίου {²ΜΕΝΕΚΡΛΤΟΥϹ ∙ Μ ∙ ΑϹϹΥΡΙΟΥ (copy, CIG)}² ∙ Συλλέος {²⁶Συλλέως}²⁶ ∙ κωμῳδοῦ ∙ περιοδονείκου
      παραδόξου ∙ καὶ νομοδίκτου ∙ Τιβ(ερίου) ∙ Κλαυδ(ίου) ∙ Ἀλεξάνδρου, Λαδικ-
25       ως ∙ τραγῳδοῦ ∙ καὶ ποιητοῦ παραδόξου.
Search Help
Contact Us